Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ζῆνα καὶ ἐννοσίγαιον ὀπάονα σεῖο θοώκων;
  2. Ζῆνα μὲν ἀδρανέοντα καὶ οὐ σκηπτοῦχον Ὀλύμπου,
  3. βροντῆς καὶ νεφέων γυμνούμενον, ἀστεροπῆς δὲ
  4. ἀντὶ πυρὸς ζαθέοιο καὶ ἠθάδος ἀντὶ κεραυνοῦ
  5. δαλὸν ἀερτάζοντα Τυφαονίῳ παρὰ παστῷ,
  6. ληιδίης ἀλόχοιο τεῆς θαλαμηπόλον Ἥρης
  7. ὀφθαλμῷ κοτέοντι τεῶν ζηλήμονα λέκτρων·
  8. σύζυγα δʼ ἐννοσίγαιον ἀποζευχθέντα θαλάσσης
  9. ὑμετέρῃ μετὰ πόντον ὑποδρήσσοντα τραπέζῃ,
  10. διψάδι χειρὶ φέροντα τεὸν δέπας ἀντὶ τριαίνης.
  11. Ἄρεα λάτριν ἔχεις, θεράπων τεός ἐστιν Ἀπόλλων·
  12. πέμπε δὲ Τιτήνεσσι διάκτορον υἱέα Μαίης
  13. σὸν κράτος ἀγγέλλοντα καὶ οὐρανίην σέθεν αἴγλην·
  14. ἐργατίνην δʼ Ἥφαιστον ἐθήμονι κάλλιπε Λήμνῳ,
  15. ὄφρά κεν ἀσκήσειε νεοζεύκτῳ σέο νύμφῃ
  16. ποικίλον αὐχένος ὁρμὸν ἐύχροον ἤνοπι κόσμῳ,
  17. ἠὲ πεδοστιβέων ἀμαρύγματα φαιδρὰ πεδίλων,
  18. οἷσι τεὴ παράκοιτις ἀγάλλεται, ἠὲ τελέσσῃ
  19. χρυσοφαῆ θρόνον ἄλλον Ὀλύμπιον, ὄφρα γελάσσῃ
  20. κρείσσονα θῶκον ἔχουσα τεὴ χρυσόθρονος Ἥρη·