Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὠτειλήν ἀσίδηρον ἔχων πολέμοιο, Τυφωεὺς
  2. ὑψιτενής, καὶ νῶτα βαλὼν ἐπὶ μητέρι Γαίῃ
  3. κεῖτο, περιστορέσας ὀφιώδεα γυῖα κονίῃ,
  4. πυρσὸν ἀναβλύζων. Κρονίδης δʼ ἐρέθιζε γελάσσας,
  5. τοῖον ἔπος προχέων φιλοπαίγμονος ἀνθερεῶνος·
  6. Καλὸν ἀοσσητῆρα γέρων Κρόνος εὗρε, Τυφωεῦ·
  7. χθὼν μόγις υἷα λόχευσε, μέγαν γόνον Ἰαπετοῖο·
  8. ἡδὺς ὁ Τιτήνων τιμήορος· ὡς ὁρόω δέ,
  9. ἀδρανέες γεγάασι τάχα Κρονίδαο κεραυνοί.
  10. δηθύνεις τέο μέχρις ἀνέμβατον αἰθέρα ναίειν,
  11. ψευδόμενε σκηπτοῦχε; μένει δέ σε θῶκος Ὀλύμπου·
  12. σκῆπτρα Διὸς καὶ πέπλα θεημάχε δέξο Τυφωεῦ
  13. Ἀστραῖον δὲ κόμισσον ἐς οὐρανόν· ἢν δʼ ἐθελήσῃς,
  14. αἰθέρι νοστήσειε καὶ Εὐρυνόμη καὶ Ὀφίων
  15. καὶ Κρόνος ἀμφοτέροισιν ὁμόστολος· ἐρχομένῳ δὲ
  16. σὺν σοὶ ποικιλόνωτον ἐς ὑψιπόρων ἴτυν ἄστρων
  17. δεσμὰ φυγὼν δολόμητις ὁμαρτήσειε Προμηθεύς,
  18. ἥπατος ἡβώοντος ἀφειδέα δαιτυμονῆα
  19. οὐρανίης θρασὺν ὄρνιν ἔχων πομπῆα κελεύθου.
  20. τί πλέον ἤθελες ἄλλο μετὰ κλόνον ἠὲ νοῆσαι