Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄρκτος Ἁμαξαίοιο δεδυκότος ἱστοβοῆος.
  2. ταῦροι ἐμοί, δονέοντες ἰσήμερον ἄντυγα κύκλων
  3. αἰθέρι μυκήσασθε, χαρασσομέναις δὲ κεραίαις
  4. ἰσοτύπου φλογεροῖο κεράατα ῥήξατε Ταύρου·
  5. καὶ βόες ὑγρὰ κέλευθα μεταλλάσσωσι Σελήνης
  6. δειδιότες βαρύδουπον ἐμῶν μύκημα καρήνων·
  7. καὶ βλοσυρῶν μέγα χάσμα διαπτύξασα γενείων
  8. ἄρκτος ἀνοιστρήσειε Τυφαονὶς Ἄρκτον Ὀλύμπου·
  9. αἰθερίῳ δὲ Λέοντι λέων ἐμὸς ἀντιφερίζων
  10. Ζῳδιακῆς ἀέκοντα μεταστήσειε κελεύθου·
  11. ἡμετέρους δὲ δράκοντας Ὄφις φρίξειεν Ἁμάξης ---
  12. ἀστεροπαῖς ὀλίγαις κεκορυθμένος· ἀλλὰ θαλάσσης
  13. κύματα λυσσήεντα, λόφοι χθονός, ἄγκεα νήσων
  14. φάσγανά μοι γεγάασι, καὶ ἀσπίδες εἰσὶ κολῶναι,
  15. καὶ σκόπελοι θώρηκες ἀαγέες, ἔγχεα πέτραι,
  16. καὶ ποταμοὶ σβεστῆρες ἀκιδνοτάτοιο κεραυνοῦ.
  17. δεσμοὺς δʼ Ἰαπετοῖο Ποσειδάωνι φυλάσσω,
  18. ἀμφὶ δὲ Καύκασον ἄκρον ἐύπτερος ἄλλος ἀρείων
  19. αἰετὸς αἱμάξειε παλιμφυὲς ἧπαρ ἀμύσσων
  20. Ἡφαίστου πυρόεντος, ἐπεὶ πυρὸς εἵνεκα κάμνει