Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κόψατε θεῖον ὀχῆα, καὶ αἰθερίης ἐπὶ γαίῃ
  2. κίονος ἑλκομένης φυγέτω δεδονημένος Ἄτλας,
  3. ἄντυγα δʼ ἀστερόφοιτον ἀπορρίψειεν Ὀλύμπου,
  4. μηκέτι δειμαίνων ἕλικα δρόμον—οὐ γὰρ ἐάσω
  5. ὤμοις θλιβομένοις κυρτούμενον υἱὸν Ἀρούρης
  6. αἰθέρος ὀχλίζοντα παλινδίνητον ἀνάγκην—,
  7. ἀλλὰ θεοῖς ἑτέροισιν ἀτέρμονα φόρτον ἐάσας
  8. μαρνάσθω μακάρεσσιν, ἀναρρήξειε δὲ πέτρας
  9. τρηχαλέοις βελέεσσιν ὀιστεύων πόλον ἄστρων,
  10. ὃν πάρος ἠέρταζεν, ἱμασσόμεναι δὲ κολώναις
  11. ταρβαλέαι φυγέτωσαν ἀνάλκιδες οὐρανὸν Ὧραι,
  12. δμωίδες Ἠελίοιο περιπλέγδην δὲ λαβοῦσαι
  13. ἠέρι μίξατε γαῖαν, ὕδωρ πυρὶ, πόντον Ὀλύμπῳ.
  14. καὶ πισύρων ἀνέμων τελέσω δούλειον ἀνάγκην,
  15. μαστίζω Βορέην, κλονέω Νότον, Εὖρον ἱμάσσω,
  16. καὶ Ζέφυρον πλήξαιμι, καὶ ἤματι νύκτα κεράσσω
  17. χειρὶ μιῇ[*](So Mss.: Ludwich χειμερίην.)· καὶ γνωτὸς ἐμὸς πολυπίδακι λαιμῷ
  18. Ὠκεανὸς πρὸς Ὄλυμπον ἄγων ὑψούμενον ὕδωρ,
  19. πέντε παραλλήλων πεφορημένος ὑψόθι κύκλων,
  20. ἄστρα κατακλύσσειε, καὶ ὕδατι διψὰς ἀλάσθω