Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ζῆνα φέρων μετὰ Βάκχον, ὅλης γενετῆρα γενέθλης;
  2. ἀντὶ τεῶν Σατύρων ποταμῶν στίχες· ἀντὶ δὲ ληνοῦ
  3. Ὠκεανοῦ κελάδοντος ὑπὲρ νώτοιο χορεύεις.
  4. εἴκελον εἶδος ἔχεις καὶ ἐν ὕδασιν· οὐ νέμεσις δὲ
  5. Σειληνὸν κομόωντα βοοκραίροισι μετώποις
  6. ταυρείην κερόεσσαν ἔχειν ποταμηίδα μορφήν.
  7. εἶπε Μάρων· καὶ πάντες ἐθάμβεον ἀγκύλον ὕδωρ
  8. Σειληνοῦ ζαχύτοιο κυβιστητῆρος ἰδόντες.
  9. ἰσοφυὲς μίμημα πολυγνάμπτου ποταμοῖο.