Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βάκχην λυσιέθειραν ὀρειάδα· λυσικόμων γὰρ
  2. Νηιάδων ἀπέλεθρος ἐυφραίνει σε γενέθλη.
  3. μηκέτι μαστεύσῃς ὀφιώδεα δεσμὰ Λυαίου,
  4. ἐγχέλυας μεθέπων σκολιὴν ὠδῖνα ῥεέθρων,
  5. καὶ στικταῖς φολίδεσσιν ἀρηρότες ἀντὶ δρακόντων
  6. ἰχθύες ὑμετέροισιν ἐφερπύζουσι ῥεέθροις.
  7. εἰ δὲ σὺ βοτρυόεντος ἐνοσφίσθης Διονύσου.
  8. μᾶλλον ἐπολβίζω σε· σὺ γὰρ καὶ βότρυν ἀέξεις·
  9. τί πλέον ἤθελες ἄλλο τεῶν θρεπτῆρα ῥοάων