Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ ποδὸς εὐρύθμοιο σοφὴν ἀνεσείρασεν ὁρμήν,
  2. ἀσταθέος τελέσας πολυκαμπέα μέτρα χορείης.
  3. ἵστατο δὲ τρομέων, δεδοκημένος ὄμματι λοξῷ,
  4. τίς τίνα νικήσειε, τίς εἰς ἑὸν οἶκον ἱκάνοι
  5. μείζονα καὶ πλήθοντα μέθης κρητῆρα κομίζων.
  6. Σειληνὸς δʼ ἐχόρευε· πολυστρέπτοιο δὲ τέχνης
  7. σύμβολα τεχνήεντα κατέγραφε σιγαλέη χείρ.
  8. καἰ παλάμαις τότε τοῖος ἔην τύπος, ὥς ποτε πολλὴ
  9. υἱέι Κυρήνης ἔρις ἔμπεσε καὶ Διονύσῳ
  10. ἀμφὶ πότου, μάκαρες δὲ συνήιον· οὐ τότε πυγμή.
  11. οὐ δρόμος, οὐ τότε δίσκος ἀέθλια· παιδὶ Φοίβου
  12. ὄργανα κεῖτο κύπελλα μεμηλότα καί Διονύσῳ
  13. καὶ δίδυμοι κρητῆρες, ὁ μὲν χρονίου χύσιν οἴνου,
  14. ὃς δὲ φέρων νέα δῶρα φιλοπτόρθοιο μελίσσης·
  15. καὶ Κρονίδης ἐκάθητο δικασπόλος, ἀθλοφόροις δὲ
  16. ἁβρὸς ἀγὼν τετάνυστο μελισταγέος περὶ νίκης·
  17. ὄργανα κεῖτο κύπελλα· καὶ, ὡς χρυσόπτερος Ἑρμῆς,
  18. αὐτὸς Ἔρως ἐρόεις ἐναγώνιος εἰς μέσον ἔστη,
  19. χειρὶ μιῇ καὶ κισσὸν ἔχων καὶ θαλλὸν ἐλαίης,
  20. Βάκχῳ κίσσινον ἄνθος, Ἀρισταίῳ δὲ προτείνων