Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- σιγὴν ποικιλόμυθον ἀναυδέι χειρὶ χαράσσων·
- ὀφθαλμοὺς δʼ ἐλέλιζεν ἀλήμονας, εἰκόνα μύθων,
- νεύματι τεχνήεντι νοήμονα ῥυθμὸν ὑφαίνων·
- καὶ κεφαλὴν ἐτίνασσε καὶ ἤθελε βόστρυχα σείειν,
- εἰ μὴ γυμνὰ μέτωπα λιπότριχος εἶχε καρήνου.
- οὐδὲ μέν, οἷα γέρων Τιτήνιον αἷμα κομίζων,
- ἔγραφε φωνήεντι τύπῳ Τιτηνίδα φύτλην,
- οὐ Κρόνον ἠὲ Φάνητα παλαίτερον, οὐδὲ γενέθλην
- ἠελίου Τιτῆνος ὁμόχρονον ἥλικι κόσμῳ·
- ἀλλὰ λιπὼν ξύμπαντα καὶ ἀρχαίης χύσιν ὕλης
- οἰνοχόον Κρονίδαο σοφῇ ποίκιλλε σιωπῇ
- Ζηνὶ δέπας τανύοντα καὶ ἀθανάτων χορὸν ἄλλων
- αἰὲν ἐπασσυτέροισιν ἐυφραίνοντα κυπέλλοις,
- ἢ ζαθέην προχέοντα κατὰ κρητῆρος ἐέρσην·
- ἦν δέ οἱ ἁρμονίη γλυκερὸν ποτόν· ἀλλὰ καὶ αὐτὴν
- νέκταρ ἀρυομένην ὠρχήσατο παρθένον Ἥβην·
- εἰς Σατύρους δʼ ὁρόων Γανυμήδεος ἔγραφε μορφὴν
- χερσὶν ἀφωνήτοισι, καὶ ὁππότε δέρκετο Βάκχας,
- ἥβην χρυσοπέδιλον ἐχέφρονι δείκνυε σιγῇ.
- τοῖα Μάρων ἐχάρασσε πολύτροπα δάκτυλα πάλλων,