Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φωνῆς ὑμετέρης οὐ δεύομαι· αὐτόματοι γὰρ
  2. σιγαλέον σέο πένθος ἀπαγγέλλουσιν ὀπωπαί·
  3. γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις·
  4. δάκρυα σὰς ὀδύνας μαντεύεται, αὐσταλέοι δὲ
  5. πότμον ἐμοῦ Σταφύλοιο τεοὶ βοόωσι χιτῶνες.
  6. ἐλπίδα δʼ ἡμετέρην φθόνος ἥρπασεν· ὠισάμην γὰρ
  7. Ἰνδῴην μετὰ δῆριν ἅμα Σταφύλῳ βασιλῆι
  8. χερσὶν ἀερτάζειν θαλαμηπόλον ἑσπέριον πῦρ,
  9. βότρυος ἀγχιμάχοιο τελειομένων ὑμεναίων.