Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀπλεκέες Τυρίοιο μύρου πέμπουσιν ἀυτμήν,
  2. οὐκέτι βακχευθέντος ἀφʼ ὑμετέροιο καρήνου
  3. μαρμαρυγὴν ῥοδόεσσαν ὀιστεύουσι παρειαί.
  4. πῶς φορέεις τάδε πέπλα χυτῇ ῥυπόωντα κονίῃ;
  5. πῇ μοι ἔβη Τυρίης βασιλήια πέπλα θαλάσσης;
  6. οὐκέτι γινώσκω σε μαραινομένοιο προσώπου.
  7. πῇ Στάφυλος σκηπτοῦχος ἀνήλυθεν, ὄφρα νοήσω;
  8. εἰπέ, τεὸν γενετῆρα τίς ἥρπασεν εἰς μίαν ὥρην;
  9. γινώσκω σέο πῆμα, καὶ εἰ κρύπτειν μενεαίνεις·