Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἣν Τελετὴν ὀνόμηνεν ἀεὶ χαίρουσαν ἑορταῖς.
  2. κούρην νυκτιχόρευτον, ἐφεσπομένην Διονύσῳ,
  3. τερπομένην κροτάλοισι καὶ ἀμφιπλῆγι βοείῃ.
  4. καὶ πόλιν εὐλάιγγα φιλακρήτῳ παρὰ λίμνῃ
  5. τεῦξε θεὸς Νίκαιαν, ἐπώνυμον ἣν ἀπὸ νύμφης
  6. Ἀστακίης ἐκάλεσσε καὶ Ἰνδοφόνον μετὰ νίκην.
  1. ἑβδομάτῳ δεκάτῳ πρωτάγριον Ἄρεα μέλπω καὶ ῥόον οἰνωθέντα μελισταγέος ποταμοῖο.
  2. οὐδὲ φιλακρήτοιο μέθης πεπεδημένον ὕπνῳ
  3. ζωγρήσας ἀτίνακτον ἀνουτήτων γένος Ἰνδῶν
  4. ληθαίοις Διόνυσος ἐπέτρεπε δῆριν ἀήταις·
  5. ἀλλὰ πάλιν Φρύγα θύρσον ἐκούφισεν· ὑψιλόφου γὰρ
  6. εἰς ἐνοπὴν καλέοντος ἐπείγετο Δηριαδῆος,
  7. παιδὸς Ἀμαζονίης δολίην ἄμνηστον ἐάσας
  8. οἰνοβαρῆ φιλότητα καὶ ὑπναλέους ὑμεϝαίους.
  9. καὶ θεὸς ἡγεμόνευε, Διὸς κήρυκα γενέθλης
  10. οὐρανίην ἀκτῖνα φέρων στίλβοντι προσώπῳ·
  11. ἀμφὶ δὲ Λύδιον ἅρμα Γιγαντοφόνου Διονύσου
  12. θυρσοφόροι στίχες ἦσαν, ἐμιτρώθη δὲ μαχηταῖς
  13. μεσσοφανὴς ἑκάτερθε, καὶ ἀντήστραπτεν Ὀλύμπῳ·
  14. κάλλεϊ δʼ ἔκρυφε πάντας· ἰδὼν δέ μιν ἦ τάχα φαίης