Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠερίας τόξευεν ὀιστεύουσα θυέλλας·
  2. πολλάκι δʼ ἔγχος ἄειρε, καὶ εἰς σκοπὸν ἀντίον ἔστη.
  3. ὄφρα δέμας πλήξειεν ἀνουτήτου Διονύσου·
  4. ἀλλὰ μάτην προέηκε καὶ οὐκ ἐτύχησε Λυαίου.
  5. καὶ ποταμῷ κεχόλωτο καὶ ὤμοσε, μή ποτε πηγῆς
  6. χείλεσι διψαλέοισι πιεῖν ἀπατήλιον ὕδωρ·
  7. ὤμοσε καὶ κατὰ νύκτας ἔχειν ἄγρυπνον ὀπωπήν,
  8. ὤμοσε μὴ γλυκὺν ὕπνον ἐν οὔρεσιν ἄλλον ἰαύειν.
  9. καὶ σκύλακας νεμέσησε φυλάκτορας, ὅττι καὶ αὐτοὶ
  10. οὐ τότε θωρήσσοντο γυναιμανέοντι Λυαίῳ.
  11. δίζετο δʼ ἀγχονίοιο μετάρσιον ἄλκαρ ὀλέθρου
  12. θλιβομένη σφιγκτῆρι περίπλοκον αὐχένα δεσμῷ,
  13. μῶμον ἀλευομένη φιλοκέρτομον ἥλικος ἥβης.
  14. ἀρχαίην δʼ ἀέκουσα λίπεν θηροτρόφον ὕλην,
  15. αἰδομένη μετὰ λέκτρα φανήμεναι ἰοχεαίρῃ.
  16. καὶ ζαθέης ῥαθάμιγγι γονῆς πλησθεῖσα Λυαίου
  17. γαστέρι φόρτον ἄειρε· τελειομένης δὲ λοχείης
  18. θῆλυν ἐμαιώσαντο τόκον ζωθαλπέες Ὧραι,
  19. καὶ δρόμον ἐννεάκυκλον ἐπτστώσαντο Σελήνης·
  20. ἐκ δὲ γάμου Βρομίοιο θεόσσυτος ἤνθεε κούρη,