Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Βασσαρίδων δὲ φάλαγγες ἐπέρρεον· ἀγρομένων δὲ
- ἡ μὲν ἐχιδναίῳ κεφαλὴν ἐζώσατο δεσμῷ,
- ἡ δὲ διεσφήκωσε κόμην εὐώδεϊ κισσῷ,
- ἄλλη χαλκοφόρῳ παλάμην ἐκορύσσετο θύρσῳ
- οἰστρομανής, ἑτέρη δὲ κατʼ αὐχένος ἄμμορα δεσμῶν
- μηκεδανῆς μεθέηκε καθειμένα βόστρυχα χαίτης,
- Μαιναλὶς ἀκρήδεμνος, ἐπʼ ἀμφοτέρων δέ οἱ ὤμων
- ἀπλεκέας πλοκαμῖδας ἀνερρίπιζεν ἀήτης·
- ἄλλη ῥόπτρα τίνασσε συνήορα δίζυγι χαλκῷ
- πλοχμοὺς εἱλικόεντας ἐπαιθύσσουσα καρήνῳ·
- ἄλλη δʼ ἐν παλάμῃσι, κατάσχετος ἅλματι λύσσης,
- ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ,
- χερσὶ περικροτέουσα βαρύβρομα νῶτα βοείης·
- καὶ πέλεν ἔγχεα θύρσα, καλυπτομένη δὲ πετήλοις
- δούρατος ἀμπελόεντος ἔην χαλκήλατος αἰχμή·
- ἡ δὲ δαφοινήεντος ἐφιμείρουσα κυδοιμοῦ
- ὠμοβόρων ἔζευξεν ἐπʼ αὐχένι δεσμὰ δρακόντων·
- ἄλλη ποικιλόνωτον ἐπὶ στέρνοιο καλύπτρην
- πορδαλίων, ἑτέρη δὲ κατὰ χροὸς οἶα χιτῶνα
- στικτὰ φιλοσκοπέλων ἐνεδύσατο δέρματα νεβρῶν,