Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μειλιχίου κήρυκας ἀτιμάζων Διονύσου.
  2. οἱ δὲ παλιννόστοιο ποδὸς δειδήμονι ταρσῷ
  3. φύξιον ἴχνος ἔκαμψαν ἐγερσιμόθῳ Διονύσῳ.
  4. καὶ στρατὸν ὥπλισε Βάκχος ἐς ἀντιπόρων στίχας Ἰνδῶν.
  5. οὐδὲ λάθε ζοφόεντα Κελαινέα θῆλυς Ἐνυώ,
  6. ἀλλὰ θορὼν ἀκίχητος ὅλον στρατὸν ὥπλισεν Ἰνδῶν·
  7. καὶ θρασὺς Ἀστράεις, μενεδήιον οἶστρον ἀέξων,
  8. Ἀστακίδος κελάδοντα περὶ ῥόον ἵστατο λίμνης,
  9. δέγμενος ἀμπελόεντος ἐπηλυσίην Διονύσου.
  10. ἀλλʼ ὅτε δὴ διδύμης στρατιῆς ἑτερόζυγι λαῷ
  11. ἀμφοτέρων στίχα πᾶσαν ἐκόσμεον ἡγεμονῆες,
  12. κλαγγῇ μὲν ζοφόεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί,
  13. Θρηικίοις γεράνοισιν ἐοικότες, εὖτε φυγοῦσαι
  14. χειμερίην μάστιγα καὶ ἠερίου χύσιν ὄμβρου
  15. Πυγμαίων ἀγεληδὸν ἐπαΐσσουσι καρήνοις
  16. Τηθύος ἀμφὶ ῥέεθρα, καὶ ὀξυόεντι γενείῳ
  17. οὐτιδανῆς ὀλέκουσι λιποσθενὲς αἷμα γενέθλης,
  18. ἱπτάμεναι νεφεληδὸν ὑπὲρ κέρας Ὠκεανοῖο·
  19. εἰς ἐνοπὴν δʼ ἑτέρωθεν ἐβακχεύοντο μαχηταί,
  20. ἀκλινέες θεράποντες ἐγερσιμόθου Διονύσου·