Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖσι μὲν ἐρχομένοισιν Ἑώιον εἰς κλίμα γαίης
  2. Ἀκταίων πρόμος ἦεν, ἐπʼ ἠιθέοιο δὲ νίκῃ
  3. πατροπάτωρ δαφναῖος ἐπέπταρε μάντις Ἀπόλλων
  4. Βοιωτῶν δʼ ἑτέροιο προηγεμόνευεν ὁμίλου
  5. εὐχαίτης Ὑμέναιος ἔχων ἀχάρακτον ὑπήνην,
  6. ἀρτιθαλής Βρομίῳ πεφιλημένος· ἐρχομένῳ δὲ
  7. κούρῳ παιδοκόμος πολιὸς πρόμος οὔνομα Φοῖνιξ,
  8. εἵπετο, Λαοκόωντι πανείκελος, ὃς πάρος Ἀργοῦς,
  9. νηὸς Ἰησονίης, ἐπιβήμενος εἰς χθόνα Κόλχων
  10. σύμπλοος ὡμάρτησε κορυσσομένῳ Μελεάγρῳ.
  11. τοῖος ἐὼν ἔτι κοῦρος, ἔχων παιδήιον ἥβην,
  12. ἁβροκόμης Ὑμέναιος ἐδύσατο φύλοπιν Ἰνδῶν,
  13. δινεύων ἑκάτερθε παρηίδος ἥλικα χαίτην·
  14. καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται,
  15. οἵ τʼ Ἀσπληδόνος ἄστυ, καὶ ὃν Χάρις οὔ ποτε λείπει
  16. Ὀρχομενὸν Μινύαο, χοροίτυπον ἄλσος Ἐρώτων,
  17. οἵ θʼ Ὑρίην ἐνέμοντο, θεηδόχον οὖδας ἀρούρης,
  18. ξεινοδόκου μεθέπουσαν ἐπωνυμίην Ὑριῆος,
  19. ἧχι Γίγας ἀπέλεθρος ἀπειρογάμων ἀπὸ λέκτρων
  20. Ὠρίων τριπάτωρ ἀπὸ μητέρος ἄνθορε Γαίης,