Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οἵ τε Μίδειαν ἔναιον, ἀειδομένας τε πολίχνας
- Εἰλέσιον καὶ Σκῶλον ἁλικρήπιδά τε Θίσβην,
- ὅρμον ἐυτρήρωνα θαλασσαίης Ἀφροδίτης,
- καὶ δάπεδον Σχοίνοιο καὶ εὐχαίτην Ἐλεῶνα
- κώπας τʼ, ἀγλαὸν οὖδας, ὅπῃ περίπυστον ἀκούω
- ἐγχελύων θρέπτειραν ἐπώνυμον εἰσέτι λίμνην,
- καὶ λάσιον Μεδεῶνα, καὶ οἳ λάχον εὔβοτον Ὕλην,
- σκυτοτόμου Τυχίοιο τανυκνήμιδα τιθήνην,
- καὶ πέδον εὐρυάλω, χθονίῃ πεφυλαγμένον ὀμφῇ,
- ἅρματος ὀψιγόνοιο φερώνυμον Ἀμφιαράου,
- Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς
- ὑδρηλήν θʼ Ἁλίαρτον, ὀρεσσιχύτου ποταμοῖο
- χεύμασι μεσσατίοισι μεριζομένην Ἑλικῶνος,
- οἵ τʼ εἶχον πυμάτην Ἀνθηδόνα, γείτονα πόντου,
- Βαιὴν ἰχθυβολῆος ἀειζώοιο πολίχνην
- ὑγροβίου Γλαύκοιο, καὶ οἳ δυσπέμφελοι Ἄσκρην,
- πατρίδα δαφνήεσσαν ἀσιγήτοιο νομῆος,
- γραίης θʼ ἱερὸν ἄστυ καὶ εὐρυχόρου Μυκαλησσοῦ,
- Εὐρυάλης μίμημα φερώνυμον ἀνθερεῶνος,
- καὶ χθόνα Νισαίην καὶ ἐπώνυμον ἄστυ Κορώνου·