Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Οὐρανίη μόρφωσε λεχώιον ἀφρὸν ἐέρση
  2. καὶ Παφίην ὤδινε, Κεραστίδος εἰς χθόνα Κύπρου
  3. ἔμφρονα θυμὸν ἔχων ὑπὲρ οἴδματος ἔτρεχε δελφίς,
  4. ἑζομένην λοφίῃσιν ἐλαφρίζων Ἀφροδίτην—,
  5. οἵ τʼ ἔχον Ὑλάταο πέδον καὶ ἐδέθλια Σηστοῦ
  6. καὶ Τάμασον καὶ Τέμβρον Ἐρυθραίην τε πολίχνην
  7. καὶ τέμενος βαθύδενδρον ὀρεσσαύλοιο Πανάκρου·
  8. ἐκ δὲ Σόλων κεκόρυστο πολὺς στρατός, ἐκ δὲ Λαπήθου,
  9. ὕστερον ἣν ἐκάλεσσαν ὁμώνυμον ἡγεμονῆος,
  10. ὃς τότε λαὸν ἄγειρεν, ἐν εὐθύρσῳ δὲ κυδοιμῷ
  11. κάτθανε καὶ κτερέιστο καὶ οὔνομα λεῖπε πολίταις.
  12. οἵ τε πόλιν Κινύρειαν ἐπώνυμον εἰσέτι πέτρην
  13. ἀρχεγόνου Κινύραο, καὶ Οὐρανίης πέδον ἕδρης
  14. αἰθερίου κενεῶνος ἐπώνυμον, ὅττι πολίτας
  15. ἔτρεφεν ἀστράπτοντας ἐπουρανίων τύπον ἄστρων,
  16. οἵ τʼ εἶχον Κραπάσειαν, ἁλιστεφὲς οὖδας ἀρούρης,
  17. καὶ Πάφον, ἁβροκόμων στεφανηφόρον ὅρμον Ἐρώτων,
  18. ἐξ ὑδάτων ἐπίβαθρον ἀνερχομένης Ἀφροδίτης,
  19. ἧχι θαλασσογόνου Παφίης νυμφήιον ὕδωρ,
  20. Σέτραχος ἱμερόεις, ὅθι πολλάκις εἷμα λαβοῦσα