Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐχενίου τε τένονοτος ὀπισθοκόμων ἐπὶ νώτων
  2. ἰσοφανεῖς πλοκαμῖδες ἀκανθοφόροισιν ἐχίνοις
  3. ἔρρεον ἰξύος ἄχρι κατήλυδες· εἶχε δὲ δειρὴν
  4. μηκεδανήν, περίμετρον, ὁμοίιον αὐχένι πέτρης,
  5. βάρβαρον ἦθος ἔχων πατρώιον· οὐδέ τις αὐτοῦ
  6. φέρτερος ἄλλος ἵκανεν Ἑώιον εἰς μόθον Ἰνδῶν
  7. νόσφι Διωνύσοιο· καὶ ὅρκιον ὤμοσε Νίκην
  8. Ἰνδῴην χθόνα πᾶσαν ἑῷ δορὶ μοῦνος ὀλέσσαι.
  9. καὶ θρασὺς υἱὸς Ἄρηος ἑὴν Πίμπλειαν ἐάσας
  10. Βιστονίης Οἴαγρος ἐκώμασεν ἀστὸς ἀρούρης,
  11. Ὀρφέα καλλείψας ἐπὶ γούνασι Καλλιοπείης
  12. νήπιον ἀρτιχύτῳ μεμελημένον εἰσέτι μαζῷ.
  13. Κυπριάδας δὲ φάλαγγας ἐκόσμεε Λίτρος ἀγήνωρ [*](So MSS.: ἐκοσμήτην Ἀγαπήνωρ Μ.)
  14. εὐχαίτης τε Λάπηθος· ἐθωρήσσοντο δὲ πολλοί,
  15. οἵ τʼ ἔλαχον Σφήκειαν, ἁλίκτυπον ἄντυγα νήσου.
  16. Κύπρον ἐυπτερύγων θεοδέγμονα νῆσον Ἐρώτων,
  17. Κύπριδος αὐτογόνοιο φερώνυμον, ἧς ποτε Κύπρου
  18. ἄκρα περιγράψας βυθίῃ γλωχῖνι τριαίνης
  19. ἰσοφυῆ δελφῖνι τύπον τορνώσατο Νηρεύς—
  20. ὁππότε γὰρ γονόεσσα κατάρρυτος ἄρσενι λύθρῳ