Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο μάρτυρι νεκρῷ
- λοίσθιον· ἀμβροσίην δὲ λαβὼν παρὰ μητέρι Ῥείῃ
- ὠτειλαῖς ἐπέχευεν, ὅθεν νέος εἶδος ἀμείψας
- ἀμβροσίην εὔοδμον ἑῇ μετέθηκεν ὀπώρῃ.
- καὶ νέκυος χαρίεντος ὑπὲρ δαπέδοιο ταθέντος
- οὐ χλόος ἀμφεχύθη ῥοδόεν δέμας· ὠκυμόρου δὲ
- καὶ πλόκαμοι χαρίεντες ἐρωτοτόκοιο καρήνου
- αὔραις φειδομένῃσιν ἐπαιθύσσοντο προσώπῳ·
- ἦν δέ τις ἱμερόεις κεκονιμένος. ἀμφὶ δὲ νεκρῷ
- Σειληνοὶ στενάχιζον, ἐπωδύροντο δὲ Βάκχοι.
- οὐδέ ἑ κάλλος ἔλειπε, καὶ εἰ θάνεν· ὡς Σάτυρος δὲ
- κεῖτο νέκυς, γελόωντι πανείκελος, οἷά περ αἰεὶ
- χείλεσιν ἀφθόγγοισι χέων μελιηδέα φωνήν.
- καὶ νέκυν εἰσορόων κινυρὴν ἀνενείκατο φωνὴν
- νηπενθὴς Διόνυσος, ἔχων ἀγέλαστον ὀπωπήν·
- Μοιράων πεσέτω φθονερὸν λίνον· ἦ ῥα καὶ αὐτοὶ
- ταῦροι ἐπʼ ἠιθέοις ζηλήμονες ὥς περ ἀῆται;
- τίς Ζέφυρος μετὰ Φοῖβον ἐπέχραε καὶ Διονύσῳ;
- ὄλβιος ἔπλετο Φοῖβος Ἀτύμνιος· ἠιθέου γὰρ
- ἔλλαχεν οὔνομα τοῦτο· Θεραπναίου δὲ καὶ αὐτοῦ