Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί μιν ὑπὲρ δαπέδοιο παλινδίνητον ἑλίξας
  2. θηγαλέῃ γλωχῖνι κατεπρήνιξε κεραίης.
  3. καὶ νέκυς ἦν ἀκάρηνος· ἀτυμβεύτοιο δὲ νεκροῦ
  4. λευκὸν ἐρευθιόωντι δέμας φοινίσσετο λύθρῳ.
  5. καί τις, ἰδὼν Σατύρων κεκονιμένον ὑψόθι γαίης
  6. ἄμπελον ἱμερόεντα, δυσάγγελος ἤλυθε Βάκχῳ.
  7. καὶ θεὸς εἰσαΐων ταχὺς ἔδραμεν εἴκελος αὔραις·
  8. οὐ τόσον Ἡρακλέης δρόμον ἤνυσεν, ὁππότε Νύμφαι
  9. ἁβρὸν Ὕλαν φθονεροῖσι κατεκρύψαντο ῥεέθροις
  10. νυμφίον ἰκμαλέῃ πεφυλαγμένον ἅρπαγι κούρῃ,
  11. ὡς τότε Βάκχος ὄρουσεν ὀρίδρομος· ἐν δὲ κονίῃ
  12. κείμενον ἔστενε κοῦρον ἅτε ζώοντα δοκεύων.
  13. καί μιν ἀνεχλαίνωσε τὸν ἄπνοον, ὑψόθεν ὤμου
  14. νεβρίδα καὶ ψυχροῖσιν ἐπὶ στέρνοισι καθάψας,
  15. καί, νέκυός περ ἐόντος, ἐδήσατο ταρσὰ κοθόρνοις·
  16. καὶ ῥόδα καὶ κρίνα πάσσε κατὰ χροός, ἀμφὶ δὲ χαίταις,
  17. οἷα μινυνθαδίοιο δεδουπότος ὀξέι κέντρῳ,
  18. ἄνθος ἀνῃώρησε ταχυφθιμένης ἀνεμώνης·
  19. καὶ παλάμῃ πόρε θύρσον, ἑῷ δέ μιν ἔσκεπε πέπλῳ
  20. πορφυρέῳ· καὶ δῶρον ἀκερσικόμοιο καρήνου