Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἢν ἐθέλῃς, ἀγάπαζε λιπὼν ἕνα παῖδα Λυαίῳ.
- τοῖον ἔπος κατέλεξε πόθου δεδονημένος οἴστρῳ·
- οὐχ οὕτω λασίης Μαγνησσίδος ἔνδοθεν ὕλης
- βουκόλος Ἀδμήτοιο βόας ποίμαινεν Ἀπόλλων,
- παιδὸς ἐρωτοτόκου βεβολημένος ἡδέι κέντρῳ,
- ὅσσον ἐπʼ ἠιθέῳ φρένα τέρπετο Βάκχος ἀθύρων.
- ἄμφω δʼ ἑψιόωντο συνήλυδες ἔνδοθι λόχμης,
- πῇ μὲν ἀκοντίζοντες ἐς ἠέρα θύρσον ἀλήτην,
- πῇ δὲ παρὰ πλαταμῶνα λιπόσκιον, ἄλλοτε πέτραις
- ἔστιχον ἀγρώσσοντες ὀρίτροφα τέκνα λεόντων·
- καί ποτε μουνωθέντες ἐρημάδος ὑψόθεν ὄχθης,
- ἐν ψαμάθοις παίζοντες ἐυκροκάλου ποταμοῖο,
- ἀμφῖ παλαισμοσύνης φιλοπαίγμονος εἶχον ἀγῶνα·
- τοῖσι μὲν οὐ τρίπος ἦεν ἀέθλιον, οὐδʼ ἐπὶ νίκῃ
- ἀνθεμόεις παρέκειτο λέβης, οὐ φορβάσες ἵπποι,
- ἀλλὰ λιγυφθόγγων διδυμόθροος αὐλὸς Ἐρώτων.
- ἀμφοτέροις δʼ ἔρις ἦεν ἐπήρατος· ἐν δʼ ἄρα μέσσῳ
- ἵστατο μάργος Ἔρως, πτερόεις ἐναγώνιος Ἑρμῆς,
- στέμμα πόθου νάρκισσον ἐπιπλέξας ὑακίνθῳ.
- ἄμφω δʼ εἰς μέσον ἦλθον ἀεθλητῆρες Ἐρώτων,