Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ἡφαίστῳ πυρόεντι δίδου σπινθῆρα κεραυνοῦ,
- Ἄρης σῶν νεφέων ἐχέτω θώρηκα καλύπτρην,
- δὸς χάριν Ἑρμάωνι Διιπετέος χύσιν ὄμβρου,
- καὶ στεροπὴν γενετῆρος ἀερτάζοι καὶ Ἀπόλλων·
- μεῖον ἐμοί, φίλε, λῆμα, φιλοσκάρθμῳ Διονύσῳ·
- καλὸν ἐμοὶ Σεμέλης στεροπὴν ἐλάχειαν ἀείρειν,
- μητροφόνοι σπινθῆρες ἀτερπέες εἰσὶ κεραυνοῦ.
- ναίω Μαιονίην· τί γὰρ αἰθέρι καὶ Διονύσῳ;
- κάλλος ἐμοῦ Σατύροιο φιλαίτερόν ἐστιν Ὀλύμπου.
- εἰπέ, πάτερ, μὴ κρύπτε· τεὸς νέος ὅρκιος ἔστω·
- αἰετὸς ὁππότε κοῦρον ὑπὸ σφυρὰ Τευκρίδος Ἴσης
- φειδομένῳ κούφιζες ἐς οὐρανὸν ἅρπαγι ταρσῷ,
- τηλίκον ἔλλαχε κάλλος ὁ βουκόλος, ὃν σὺ τραπέζῃ
- αἰθερίῃ ξύνωσας ἔτι πνείοντα βοαύλων;
- Ζεῦ πάτερ, ἱλήκοις, τανυσίπτερε· μή μοι ἐνίψῃς
- Τρώιον οἰνοχοῆα τεῶν δρηστῆρα κυπέλλων,
- ὅττι φαεινοτέροιο φέρων ἀμάρυγμα προσώπου
- ἄμπελος ἱμερόεις Γανυμήδεος εἶδος ἐλέγχει·
- Τμώλιος Ἰδαίου πέλε φέρτερος. εἰσὶ δὲ πολλαὶ
- ἄλλων ἠιθέων ἐραταὶ στίχες, οὓς ἅμα πάντας,