Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Ἐπεὶ δὲ ἐν τῷ τόπῳ γεγόναμεν τοῦ τὸν θεὸν δοξάζεσθαι ἐν Χριστῷ, παρακειμένως ἂν ζητήσαιμεν πῶς δοξάζοιτο καὶ ἐν τῷ ἁγίῳ πνεύματι καὶ ἐν πᾶσιν οἷς ὤφθη δόξα κυρίου ἢ ὀφθήσεται.
ὅλης μὲν οὖν οἶμαι τῆς δόξης τοῦ θεοῦ αὐτοῦ ἀπαύγασμα εἶναι τὸν υἱόν, κατὰ τὸν εἰπόντα Παῦλον· »Ὃς ὢν ἀπαύγασμα τῆς δόξης«. φθάνειν μέντοι γε ἀπὸ τοῦ ἀπαυγάσματος τούτου τῆς ὅλης δόξης μερικὰ ἀπαυγάσματα ἐπὶ τὴν λοιπὴν λογικὴν κτίσιν· οὐκ οἶμαι γάρ τινα τὸ πᾶν δύνασθαι χωρῆσαι τῆς ὅλης δόξης τοῦ θεοῦ ἀπαύγασμα ἢ τὸν υἱὸν αὐτοῦ.