Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ζητῶ δὲ εἰ ἔνεστιν δοξασθῆναι τὸν θεὸν παρὰ τὸ δοξάζεσθαι ἐν υἱῷ, ὡς ἀποδεδώκαμεν, μειζόνως αὐτὸν ἐν ἑαυτῷ δοξαζόμενον, ὅτε ἐν τῇ ἑαυτοῦ γινόμενος περιωπῇ, ἐπὶ τῇ ἑαυτοῦ γνώσει καὶ τῇ ἑαυτοῦ θεωρίᾳ, οὔσῃ μείζονι 〈τῆς〉 ἐν υἱῷ θεωρίας, ὡς ἐπὶ θεοῦ χρὴ νοεῖν τὰ τοιαῦτα, δεῖν λέγειν ὅτι εὐφραίνεται ἄφατόν τινα εὐαρέστησιν καὶ εὐφροσύνην καὶ χαράν, ἐφ’ ἑαυτῷ εὐαρεστούμενος καὶ χαίρων.

χρῶμαι δὲ τούτοις τοῖς ὀνόμασιν, οὐχ ὡς κυρίως ἂν λεχθησομένοις ἐπὶ θεοῦ, ἀλλὰ ἀπορῶν τῶν, ἵν’

οὕτως ὀνομάσω, ἀρρήτων ῥημάτων, ἃ μόνος αὐτὸς δύναται, καὶ μετ’ αὐτὸν ὁ μονογενὴς αὐτοῦ ἐν κυριολεξίᾳ λέγειν ἢ φρονεῖν περὶ αὐτοῦ.