Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

γινώσκων οὖν τὸν πατέρα ὁ υἱός, αὐτῷ τῷ γινώσκειν αὐτόν, ὄντι μεγίστῳ ἀγαθῷ καὶ † ὁποῖον ανοἱ ἐπὶ τελείαν γνῶσιν, ἣν γινώσκει ὁ υἱὸς τὸν πατέρα, ἐδοξάσθη.

οἶμαι 〈δ’〉 ὅτι καὶ ἑαυτὸν γινώσκων, ὅπερ καὶ αὐτὸ οὐ μακρὰν ἀποδεῖ τοῦ προτέρου, ἐδοξάσθη ἐκ τοῦ αὑτὸν [H ἐγνωκέναι.

εἰ δὲ ἡ περὶ τῶν ὅλων γνῶσις συμπληροῖ τὸ μέγεθος τῆς δόξης αὐτοῦ ὅσα ἐστὶν κρυπτὰ καὶ ἐμφανῆ γινώσκοντος, ζητήσεις καὶ μήποτε τοῦτό ἐστιν τὸ εἶναι αὐτοσοφία, ἢ τῷ λεγομένῳ αὐτουιῷ τοῦ ἀνθρώπου τὸ δεδοξάσθαι ἐκ τοῦ ἡνῶσθαι τῇ σοφίᾳ. ταύτην δὲ πᾶσαν τὴν δόξαν, ἣν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, δωρησαμένου τοῦ πατρὸς ἐδοξάσθη.

πολλῶν δὲ ὄντων τῶν συμπληρούντων τὴν δόξαν πᾶσαν τοῦ ἀνθρώπου, τὸ κατ’ ἐξοχὴν τούτων ἁπάντων ὁ θεός ἐστιν, ὃς τῷ γινώσκεσθαι ἀπὸ τοῦ υἱοῦ οὐχ ἁπλῶς ἐστι δοξαζόμενος ἀλλ’ ἐν υἱῷ δοξαζόμενος.

καθ’ ὃ καὶ τολμηρὸν μὲν καὶ μεῖζον ἢ καθ’ ἡμᾶς ἐστὶν τὸ εἰς ἐξέτασιν ἑαυτοὺς ἐπιδοῦναι τηλικούτου λόγου· ὅμως δὲ τολμητέον ὑποβάλλειν τὸν ἐν τῷ τόπῳ ζητηθῆναι δυνάμενον.