Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
κατὰ τοῦτο δὲ καὶ ὁ ἀπόστολος
ἔλεγεν τὸ »Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν »κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα«.ὥσπερ δὲ ἡ τοῦ νυκτερινοῦ φωτὸς λαμπρότης ἀνατείλαντος τοῦ ἡλίου ἀμαυροῦται, οὕτω ἡ ἐπὶ Μωϋσέως δόξα ὑπὸ τῆς ἐν Χριστῷ.
σύγκρισιν γὰρ οὐκ εἶχεν ἡ ἐν Χριστῷ ὑπεροχή, ἣν γινώσκων τὸν πατέρα ἐδόξασεν περὶ αὐτοῦ, πρὸς τὰ ὑπὸ Μωϋσέως γνωσθέντα καὶ δοξάσαντα | τὸ πρόσωπον τῆς ψυχῆς αὐτοῦ.
διὸ καταργουμένη εἴρηται ἡ ἐπὶ Μωϋσέως δόξα ἀπὸ τῆς ὑπερβαλλούσης ἐν Χριστῷ δόξης.
(18) Τούτων δὲ ἡμῶν κατὰ δύναμιν ἐν βραχέσιν εἰς ἃ παρεθέμεθα λελεγμένων, ἐπανέλθωμεν ἐπὶ τὸ »Νῦν ἐδοξάσθη ὁ »υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«.