Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἡ δὲ ὑπερύψωσις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. γενομένη αὐτῷ δοξάσαντι τὸν θεὸν ἐν τῷ ἑαυτοῦ θανάτῳ, αὕτη ἦν. τὸ μηκέτι ἕτερον αὐτὸν εἶναι τοῦ λόγου ἀλλὰ τὸν αὐτὸν αὐτῷ.
εἰ γὰρ »Ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν«, ὡς καὶ ἐπὶ τούτου καὶ τοῦ πνεύματος μηκέτι ἂν λέγεσθαι τὸ »Δύο εἰσίν«, πῶς οὐχὶ μᾶλλον τὸ ἀνθρώπινον τοῦ Ἰησοῦ μετὰ τοῦ λόγου λέγοιμεν γεγονέναι ἕν, ὑπερυψωμένου μὲν τοῦ μὴ ἁρπαγμὸν ἡγησαμένου »τὸ εἶναι »ἴσα θεῷ«, μένοντος δὲ ἐν τῷ ἰδίῳ ὕψει ἢ καὶ ἀποκαθισταμένου ἔπ’ αὐτὸ τοῦ λόγου, ὅτε πάλιν ἦν πρὸς τὸν θεόν. θεὸς λόγος ὢν ἄνθρωπος;
εἰ δὲ τῷ θανάτῳ τοῦ Ἰησοῦ δοξάσαντος τὸν θεὸν τό τε Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν »παρρησίᾳ, θριαμβεύσας ἐν τῷ ξύλῳ« καὶ τὸ »Εἰρηνοποιήσας διὰ τοῦ »αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς »οὐρανοῖς« * * * ἐν τούτοις γὰρ πᾶσιν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ τοῦ θεοῦ δοξασθέντος ἐν αὐτῷ. |
Ἐπεὶ δὲ ὁ δοξαζόμενος ὑπό τινος δοξάζεται. ζητήσεις ἐν τῷ »Ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου« τὸ ὑπὸ τίνος; ὁμοίως δὲ καὶ ἐν τῷ »Ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«.
ὑπὲρ δὲ τῆς τῶν ῥητῶν σαφηνείας ἐπιμελῶς προσχῶμεν πρώτῳ μὲν λεγομένῳ τῷ »Νῦν »ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«· δευτέρῳ δὲ τῷ »Καὶ ὁ θεὸς »ἐδοξάσθη ἐν αὐτῷ«· τρίτῳ δὲ τοιούτῳ συνημμένῳ » Εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ«· τετάρτῳ δὲ τῷ » Καὶ εὐθὺς δοξάσει αὐτόν«.