Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
διὰ τοῦτο, ὅτε ἡ ἀρχὴ τῆς οἰκονομίας τοῦ μέλλειν ἀποθνήσκειν τὸν Ἰησοῦν ἐνηργεῖτο, ἐξελθόντος μετὰ τὸ ψωμίον τοῦ Ἰούδα, ἵνα πραγματεύσηται κατὰ τοῦ Ἰησοῦ, εἴρηται τὸ »Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«.
εἴτ’ ἐπεὶ οὐκ ἔνεστιν δοξασθῆναι τὸν χριστὸν μὴ ἐνδοξαζομένου αὐτῷ τοῦ πατρός, διὰ τοῦτο πρόσκειται τῷ »Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου« τὸ »Καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«.
πλὴν ἡ διὰ τὸν ὑπὲρ ἀνθρώπων θάνατον δόξα οὐ τοῦ μὴ πεφυκότος ἀποθνήσκειν ἦν μονογενοῦς λόγου καὶ σοφίας καὶ ἀληθείας, καὶ ὅσα ἄλλα εἶναι λέγεται τῶν ἐν τῷ Ἰησοῦ θειοτέρων, ἀλλὰ τοῦ ἀνθρώπου, ὃς ἦν καὶ υἱὸς τοῦ ἀνθρώπου, γενόμενος ἐκ σπέρματος Δαβὶδ τὸ κατὰ σάρκα.
διόπερ ἀνωτέρω μὲν εἶπεν· »Νῦν ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν »ἀλήθειαν ὑμῖν λελάληκα«· ἐν τοῖς ἐξεταζομένοις δὲ λέγει τὸ »Νῦν »ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«.
τοῦτον δ’, οἶμαι, καὶ ὁ θεὸς ὑπερύψωσεν, γενόμενον ὑπήκοον »μέχρι θανάτου, θανάτου δὲ »σταυροῦ«· ὁ γὰρ λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν, ὁ θεὸς λόγος, οὐκ ἐπεδέχετο τὸ ὑπερυψωθῆναι.