Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἐγὼ δ’ οἶμαι ὅτι οὐδὲ ὁ εἰσελθὼν μετὰ τὸ ψωμίον εἰς τὸν Ἰούδαν Σατανᾶς ἐχώρει φέρειν τὸ εἶναι ἐν τῷ αὐτῷ τόπῳ μετὰ τοῦ Ἰησοῦ· οὐδεμία γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ ἐστίν.
εἰ δὲ μὴ περιέργως ζητῶ τί δήποτε οὐ πρόσκειται τῷ »Λαβὼν τὸ ψωμίον« τὸ ›Καὶ φαγών‹, καὶ αὐτὸς ἐπιστήσεις.
ὅπου γὰρ βούλεται, προστίθησιν καὶ τὸ φαγεῖν ὁ λόγος τῷ λαβεῖν· ὥσπερ ἐπὶ τοῦ τῆς εὐλογίας ἄρτου γέγραπται, ὅτι εἶπεν τοῖς μαθηταῖς ὁ Ἰησοῦς· »Λάβετε, φάγετε«.
ἆρ’ οὖν λαβὼν τὸ ψωμίον οὐκ ἔφαγεν ὁ Ἰούδας; φέρε οὖν, εἰ καὶ μὴ συνᾴδειν τινὰ δόξει τῶν λεχθησομένων τοῖς προειρημένοις, γυμνάσωμεν τὰ κατὰ τὸν τόπον, κρινοῦντος τοῦ ἐντευξομένου ὁπότερα χρὴ παραδέξασθαι τῶν λεγομένων.