Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
οἱ μὲν γὰρ διὰ τὸ ἐπικεῖσθαι τὴν τοῦ πάσχα ἑορτὴν ᾤοντο λέγειν αὐτὸν τῷ ἔχοντι τὸ γλωσσόκομον τῶν ἀναλωμάτων καὶ τῶν εἰς τὴν χρείαν τῶν πτωχῶν διδομένων ὅτι ὠνήσεται οὗτος ὧν χρῄζομεν εἰς τὴν ἑορτήν, ἢ ἐκ τῶν συναχθέντων δώσει τοῖς πτωχοῖς.
ὁ γὰρ Ἰησοῦς οὐ τοῦτο ἔλεγεν, ἀλλὰ βλέπων καὶ τὸν εἰσελθόντα καὶ τὸν παραδεξάμενον αὐτὸν καὶ πᾶσαν τὴν κατ’ αὐτοῦ
ἐπιβουλήν, ἐπὶ τὸν ἀγῶνα ἀποδυόμενος καὶ ἐπὶ τὸ ἀριστεῦσαι ὑπὲρ σωτηρίας ἀνθρώπων κατὰ τοῦ πονηροῦ εἶπεν τὸ »Ὅ ποιεῖς, ποίησον »τάχιον«.XXIV. (16) Ὁ μὲν σωτὴρ ἔλεγεν· »Ὅ ποιεῖς, ποίησον τάχιον« τῷ Ἰούδᾳ· | ὁ δὲ προδότης ἐν τούτῳ μόνῳ νῦν τῷ διδασκάλῳ πείθεται. λαβὼν γὰρ τὸ ψωμίον οὐκ ἐμέλλησεν οὐδὲ ἐβράδυνεν, ἀλλ’ ὡς γέγραπται· »’Ἐξῆλθεν εὐθύς«, ποιῆσαι τάχιον κατὰ τὴν πρόσταξιν τοῦ Ἰησοῦ τὸ τῆς προδοσίας ἔργον.
καὶ ἀληθῶς *ἐξῆλθεν«· οὐ γὰρ μόνον κατὰ τὸ ἁπλούστερον ἐξῆλθεν τοῦ οἴκου, ἐν ᾧ τὸ δεῖπνον ἐγίνετο, ἀλλὰ καὶ τέλεον ἐξῆλθεν ἀπὸ τοῦ Ἰησοῦ, ἀνάλογον τῷ »Ἐξῆλθον ἐξ ἡμῶν«.