Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἔχει δὲ οὕτως ἡ τοῦ Ψαλμοῦ λέξις· »Ἐὰν μὴ ἐπιστραφῆτε, . τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον »αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτό· καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη »θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. ἰδοὺ ὠδίνησεν »ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν«.
πᾶς μὲν οὖν ὁμολογήσει τὸ »Ἰδοὺ ᾠδίνησεν ἀδικίαν, συνέλαβεν πόνον καὶ ἔτεκεν »ἀνομίαν«, δύνασθαι ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον· ἄτοπον δὲ μὴ ὁμοίως τούτῳ καὶ αὐτὰ νομίζειν λέγεσθαι· »Ἐὰν μὴ ἐπιστραφῆτε, »τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ »ἡτοίμασεν αὐτό· καὶ | ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου«· σκεύη γὰρ θανάτου ἄλλος οὐδεὶς ἐν τῷ τόξῳ ἑαυτοῦ ᾧ ἐνέτεινεν ἡτοίμασεν ἢ οὗ τῷ φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.
ἀπὸ τούτων τοίνυν τῶν βελῶν, ἃ τοῖς καιομένοις ἐξειργάσατο ὁ διάβολος, ἐνέβαλεν εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἤδη βεβλημένου 〈ἐν〉 τῷ δείπνῳ οὐχ ὥστε δὲ ἀρέσεσθαι αὐτῷ, ἐπείπερ ἡ τοῦ δείπνου τούτου τροφὴ καὶ ὁ οἶνος ὁ ἐν αὐτῷ οὐκ ἐδύνατο γενέσθαι ἐν καρδίᾳ ὑπὸ τοῦ διαβόλου βεβλημένῃ βέλει περὶ τοῦ προδοθῆναι τὸν τάχα ἑστιάτορα, ἐπεὶ μὴ σαφῶς ἐν τούτοις φαίνεται τίς ἦν, ὑφ’ οὗ τὸ δεῖπνον ἐγίνετο, ὡς ἐν τοῖς πρὸ τούτων· »Ἐποίησαν, φησίν, »αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ »τῶν ἀνακειμένων σὺν αὐτῷ«.
ἐπὶ μὲν οὖν τοῦ Ἰούδα γέγραπται τὸ » Τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ »αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης«· τούτῳ δὲ ἀκολούθως λέγοις ἂν περὶ ἑκάστου τῶν ὑπὸ τοῦ διαβόλου εἰς τὴν καρδίαν τετρωμένων· τοῦ
διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα πορνεύσηται, τοῦ δεῖνα, καὶ ἵνα ἀποστερήσῃ, τοῦ δεῖνα, καὶ ἵνα δοξομανῶν εἰδωλο λατρείαν ἀναδέξηται τὴν τῶν δοκούντων εἶναι ἐπ’ ἀξιώματος, τοῦ δεῖνα, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν ἁμαρτημάτων ἅπερ ὁ διάβολος βάλλει εἰς τὴν γυμνὴν τοῦ θυρεοῦ τῆς πίστεως καρδίαν· ἐν ᾧ θυρεῷ πίστεως δύναταί τις οὐχ ἓν οὐδὲ δύο ἀλλὰ καὶ πάντα τὰ βέλη τοῦ πονηροῦ πεπυρωμένα σβέσαι.Ἐγγιζούσης τοίνυν τῆς κατὰ τὸ πάθος οἰκονομίας, ἐφ’ ὃ ἔμελλεν αὐτὸν παραδιδόναι Ἰούδας Σίμωνος Ἰσκαριώτης τετρωμένος ὑπὸ τοῦ διαβόλου, δείπνου ἤδη γινομένου· » Εἰδώς, φησίν, ὁ Ἰησοῦς, »ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ »ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου«.
οὐκοῦν τὰ μὴ πρότερον ὄντα ἐν ταῖς χερσὶν τοῦ Ἰησοῦ δίδοται ὑπὸ τοῦ πατρὸς εἰς τὰς χεῖρας αὐτοῦ, καὶ οὐ τινὰ μὲν τινὰ δ’ οὔ, ἀλλὰ πάντα· ὅπερ πνεύματι καὶ ὁ Δαβὶδ βλέπων φησὶ τὸ »Εἶπεν ὁ κύριος »τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου »ὑποπόδιον τῶν ποδῶν σου«.
καὶ γὰρ οἱ ἐχθροὶ τοῦ Ἰησοῦ μέρος τι τῶν πάντων ἦσαν οὓς ᾔδει, ὅσον ἐπὶ τῇ προγνώσει, δεδόσθαι ἀπὸ τοῦ πατρὸς αὐτῷ ὁ Ἰησοῦς. ἵνα δὲ σαφέστερον θεωρήσωμεν τί ἔστιν τὸ »Πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας«, προσχῶμεν τῷ »Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως »καὶ ἐν τῷ † κυρίῳ πάντες ζωοποιηθήσονται«.
ἀλλ’ εἰ καὶ πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται, οὐ συγχεῖται ἡ δικαιοσύνῃ τοῦ θεοῦ καὶ τὸ κατ’ ἀξίαν ἕκαστον οἰκονομεῖσθαι· ὅπερ δηλοῦται ἐπιφερομένου τῷ »Οὕ»τως ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται« τοῦ »Ἕκαστος δὲ ἐν »τῷ ἰδίῳ τάγματι«.
πάλιν τε αὖ τὰ διάφορα νοήσεις τάγματα τῶν ἐν Χριστῷ ζωοποιηθησομένων ὅτε πληροῦται τὸ »Πάντα ἔδωκεν »αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας«, ἐπιστήσας τῷ »Ἀπαρχὴ Χριστός, »ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος«, ὅπερ τέλος μετὰ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐνστήσεται, ὅτε »Παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί«, πρότερον καταργήσας »πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν«.
ταῦτα δ’ οἶμαι ἐστὶν πρὸς ἃ ἡ πάλη, ἵνα μηκέτι ῃ ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, πρὸς ἃ ἡ πάλη, καὶ διὰ τοῦτο μηκέτι ὑπάρχῃ πάλη, καταργηθείσης
πάσης ἀρχῆς τε καὶ ἐξουσίας καὶ δυνάμεως.