Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ὁ εὐαγγελιστής γε ἐν τούτοις μοι δοκεῖ διεγείρων ἡμῶν τὸν νοῦν ἐπὶ τὸ

νοητὸν τῶν κατὰ τὸν τόπον μὴ τετηρηκέναι μὲν σωματικὴν περὶ τοῦ νίψασθαι τὴν ἀκολουθίαν, ὅτε πρὸ τοῦ δείπνου καὶ τῆς ἐπὶ τὸ δειπνεῖν ἀνακλίσεως οἱ δεόμενοι τοῦ νίψασθαι τοὺς πόδας νίπτονται· ὑπερβὰς δὲ τὸν καιρὸν ἐκεῖνον τῷ λόγῳ ἤδη ἀνακλιθέντα τὸν Ἰησοῦν ἐπὶ τὸ δειπνεῖν ἐγηγερκέναι ἐκ τοῦ δείπνου, ἵνα δειπνησάντων ἄρξηται νίπτειν τοὺς πόδας τῶν μαθητῶν ὁ διδάσκαλος καὶ ὁ κύριος.

πρὸ μὲν γὰρ τοῦ δείπνου ἦσαν λελουμένοι, καὶ γενόμενοι ὅλοι καθαροὶ κατὰ τὸ »Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς »πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν« καὶ τὰ ἑξῆς· μετὰ δὲ τὸ λουτρὸν ἐκεῖνο ἐδεήθησαν δευτέρου ὕδατος εἰς μόνους τοὺς πόδας, τουτέστιν τὰ κατωτάτω τοῦ σώματος.

ἀδύνατον γὰρ οἶμαι μηδὲν ῥυπωθῆναι τῆς ψυχῆς μηδὲ τὰ τελευταῖα καὶ τὰ κατωτάτω αὐτῆς, κἂν ὡς ἐν ἀνθρώποις τέλειός τις εἶναι δοκῇ.

οἱ μὲν οὖν πολλοὶ καὶ μετὰ τὸ λουτρὸν κονιορτοῦ τῶν ἁμαρτημάτων πληροῦνται κατὰ τὴν κεφαλὴν ἢ ὀλίγῳ ταύτης κατω τέρω· οἱ δὲ γνησίως τῷ Ἰησοῦ μαθητευθέντες, ὡς φθάσαι καὶ ἐπὶ τὸ συνδειπνεῖν αὐτῷ, μόνους τοὺς πόδας δεομένους ἔχουσιν τῆς ὑπὸ τοῦ λόγου νίψεως.

ἐνορῶν δὲ διαφοραῖς ἁμαρτημάτων καὶ κατανοῶν τὰ ὡς μὲν πρὸς τὸ ἀκριβὲς καὶ τὸ ἐρρωμένον τοῦ λόγου ἁμαρτήματα, | πρὸς δὲ τοὺς πολλοὺς οὐδὲ νομιζόμενα εἶναι ἁμαρτήματα, ὄψει τίνα ἐστὶν ἐφ’ οἷς δέονται οἱ πόδες τοῦ νίψασθαι ὑπὸ τοῦ Ἰησοῦ.

καὶ εἴπερ τοιαῦτά ἐστιν τὰ κατὰ τοὺς πόδας μολύσματα, τί ποιήσωμεν οἱ μηδέποτε ἐπὶ τὸ μετὰ τοῦ Ἰησοῦ δεῖπνον ἐφθακότες, μηδὲ τοὺς πόδας μόνους μεμολυμμένοι; λέγοντος Ἰησοῦ τῷ μὴ εἰδότι τότε Πέτρῳ, ἀλλὰ γνωσομένῳ μετὰ ταῦτα τὸ μυστήριον τῆς νίψεως τῶν ὑπὸ Ἰησοῦ καθαριζομένων ποδῶν τὸ »Ἐὰν μὴ νίψω »σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«.

ὅπερ ζητήσεις τί δηλοῖ· πότερον ὅτι οὐδ’ ὅλως ἔχεις μέρος ἐὰν μὴ νίψω σε ἀγαθόν, ἢ οὐ μετ’ ἐμοῦ μὲν τοῦ διδασκάλου καὶ κυρίου μετὰ τῶν ἐλαττόνων δέ μου, ἐν οἷς εἰσιν οἱ μετὰ τὸ λούσασθαι μήτε δειπνήσαντες τὸ μετ’ ἐμοῦ δεῖπνον μήτε νιψάμενοι ὑπ’ ἐμοῦ τοὺς πόδας, ἢ δειπνήσαντες μέν, οὐ νιψάμενοι δέ.

ἐγὼ 〈δ’〉 ἐφίστημι διὰ τὸ »Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τὴν θύραν »καὶ κρούω· ἐάν τις ἀνοίξῃ μοι τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν »καὶ δειπνήσω μετ’ αὐτοῦ, καὶ αὐτὸς μετ’ ἐμοῦ«, μήποτε ὁ Ἰησοῦς οὔτε ἀριστᾷ μετά τινος (οὐ γὰρ δεῖται εἰσαγωγῆς καὶ πρώτων μαθημάτων), οὔτε ἀριστᾷ τις μετ’ αὐτοῦ, ἀλλ’ ὁ μετ’ αὐτοῦ ἐσθίων

δειπνεῖ μόνον· »Πλεῖον, γάρ φησι, Σολομῶντος ὧδε«, περὶ οὗ γέγραπται· » Καὶ ἦν τὸ ἄριστον Σαλομὼν τόδε«, ὃ κατείλεκται ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν.

καὶ τοῦτο δὲ τολμήσας εἴποιμ’ ἂν ὡς ἀκόλουθον τῷ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«, ὅτι οὐκ ἔνιψεν τοὺς πόδας τοῦ Ἰούδα, 〈ὅτι〉 ἤδη εἰς τὴν καρδίαν βεβλήκει ὁ διάβολος, ἵνα τὸν διδάσκαλον καὶ κύριον παραδῷ, εὑρὼν αὐτὸν οὐκ ἐνδεδυμένον τὴν πανοπλίαν τοῦ θεοῦ καὶ οὐκ ἔχοντα τὸν τῆς πίστεως θυρεόν, ᾧ δύναταί τις πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι.

γεγραμμένου γὰρ τοῦ » Τοῦ διαβόλου ἤδη βεβληκότος« ἀκούω ὡς καὶ ἐν ἑβδόμῳ Ψαλμῷ τῆς γραφῆς περὶ τούτου διδασκούσης, ὡς τοξότου καὶ βέλη πεπυρωμένα ἐξεργαζομένου τοῖς μὴ πάσῃ φυλακῇ τηροῦσι τὴν ἑαυτῶν καρδίαν.