Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὁ μὲν γὰρ Ματθαῖός φησι· »Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν· Μήτι ἐγώ εἰμι, κύριε;«
ὁ δὲ Μάρκος ὅτι »Ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ’ ἕνα· »Μήτι ἐγώ;
καὶ ἄλλος· Μήτι ἐγώ;« ἐμέμνηντο γάρ, οἶμαι, ἄνθρωποι ὄντες, ὅτι τρεπτή ἐστιν ἡ προαίρεσις τῶν ἔτι προκοπτόντων καὶ ἐπιδεχομένη τὸ ἐναντία θέλειν οἷς πρότερον προέθετο.
τάχα δὲ καὶ μαθόντες πρὸς ἃ ἡμῖν ἐστιν ἡ πάλη, εὐλαβοῦντο διὰ τὸ ἐν ἀνθρώ ποις ἄδηλον μήποτε νικηθέντες παραδέξωνται καὶ τὴν περὶ τοῦ διδασκάλου προδοσίαν.
καὶ γὰρ ὁ Πέτρος πρόθεσιν μὲν εἶχεν, ὅτε διαβεβαιούμενος ἔλεγεν· »Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ »οὐ σκανδαλισθήσομαι« μὴ ἀρνήσασθαι τὸν Ἰησοῦν· ἐκνικηθεὶς δὲ
ὑπὸ τοῦ τῆς δειλίας πνεύματος πρὸ ἀλεκτοροφωνίας τρὶς αὐτὸν ἠρνήσατο.ἐκ τῶν τοιούτων δὴ λόγων διδασκόμεθα· »Ὁ στήκων »βλεπέτω μὴ πέσῃ« | καὶ » Μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα«. τάχα δὲ καὶ τὸ »Ἔβλεπον εἰς ἀλλήλους οἱ »μαθηταὶ« πρὸς τῷ ἁπλούστερον νοουμένῳ καὶ τοιοῦτόν τι δηλοῖ, ὅτι ἕκαστος κατὰ τὸ δυνατὸν ἀνθρωπίνῃ φύσει ἐνεώρα εἰς τὴν προαίρεσιν τοῦ ἑτέρου, ἐπαπορῶν εἰ δύναται ἡ τοιαῦτα πράξασα ψυχὴ καὶ οὕτω πρὸς τὸν ἀψευδῆ διδάσκαλον διατεθεῖσα, ἀληθῶς μαρτυρήσαντα ἐν τῷ εἰρηκέναι· »Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει »με«, ἐπὶ τοσοῦτον ἐκτραπῆναι καὶ ἐπιλαθέσθαι τῶν τοῦ διδασκάλου μαθημάτων, ὡς καὶ ἐπὶ τὴν προδοσίαν αὐτοῦ φθάσαι.
ἐμφαντικὴ γὰρ ἡ περὶ τῶν μαθητῶν λέξις ἡ »Ἀπορούμενοι περὶ τίνος λέγει«· οὐ γὰρ εὐπόρουν ἐννοῆσαι περὶ τίνος τὸ προειρημένον ἦν, ἀλλ’ ἦσαν περὶ τούτου ἀπορούμενοι καὶ οὐδὲν οὔτε νοεῖν οὔτε λέγειν σαφὲς εὑρίσκοντες.