Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ταῦτα δὲ κατὰ δύναμιν ἐπεξειργασάμην ἅμα μὲν παριστὰς τοῖς οἰομένοις αὐτὸν φύσει γεγονέναι ἀνεπίδεκτον σωτηρίας, ὅτι οὐ τοιοῦτος ἦν, ἅμα δὲ διηγούμενος ὅτι εὐλόγως οἱ μαθηταὶ ἐπὶ τῷ τοῦ κυρίου λόγῳ »ἔβλεπον εἰς ἀλλήλους, ἀπορούμενοι περὶ τίνος λέγει«.

ἀρκεῖ δὲ παραθέσθαι καὶ προφητικὴν λέξιν ἀπὸ τοῦ τεσσαρακοστοῦ Ψαλμοῦ, παριστᾶσαν ὅτι ἅγιος ὢν μεταπέπτωκεν, ἐπεὶ γέγραπται· »Καὶ »γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους »μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόνς.

ἀλλὰ καὶ τὸ »Εἰ ἐχθρὸς »ὠνείδισέν με, ὑπήνεγκα ἄν« ἐπ’ αὐτὸν ἀναφερόμενον δηλοῖ ὅτι οὐκ ἀρχῆθεν ἐχθρὸς ἦν.

ἀλλὰ καὶ τὸ »Εἰ ὁ μισῶν με ἐμεγαλορημόνησεν, »ἐκρύβην ἂν ἀπ’ αὐτοῦ« παρίστησιν ὅτι καὶ ἠγάπα ποτὲ τὸν Ἰησοῦν, φθάσας ἐπὶ τὸ καὶ ἰσόψυχος αὐτῷ τυγχάνειν, ἐπεὶ γέγραπται· »Σὺ »δὲ ἄνθρωπε ἰσόψυχε, καὶ ἡγεμών μου, καὶ γνωστέ μου«.

καὶ ἄλλα δ’ ἂν εὕροις μυρία, ἐξ ὧν συνήσεις ὅτι εἰκότως οἱ μαθηταὶ »ἔβλεπον »εἰς ἀλλήλους, ἀπορούμενοι περὶ τίνος λέγει«.

ὁ δὲ Λουκᾶς ἀνέγραψεν ὅτι εἰπόντος τοῦ σωτῆρος· »Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ »παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης. ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου κατὰ »τὸ ὡρισμένον αὐτῷ πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ »οὗ παραδίδοταις οἱ μαθηταὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τίς »ἄρα εἴη ἐξ αὐτῶν ὁ μέλλων τοῦτο πράσσειν«· συνεζήτουν γὰρ »ἀπορούμενοι περὶ τίνος λέγει«.

ἀλλὰ κατὰ μὲν τὸν Λοῦκαν οὐκ ἐμφαίνεται ὅτι ἕκαστος καὶ ἑαυτὸν ὑπενόει· κατὰ δὲ τὸν Ματθαῖον καὶ τὸν Μάρκον καὶ τοῦτο παρίσταται.