Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ὁ τοῦτό γε κατασκευάζων, διαφορὰν διδοὺς τοῦ » Λάζαρος »ὁ φίλος ἡμῶν κεκοίμηται« καὶ τοῦ »Λάζαρος ἀπέθανεν«, ἐρεῖ ὅτι πρὸς μὲν τὸ » Κεκοίμηται« ἐπηγγείλατο εἰπών· »Ἀλλὰ πορεύομαι »ἵνα ἐξυπνίσω | αὐτόν«· πρὸς δὲ τὸ »Ἀπέθανεν« οὐκ ἀποδέδωκεν τὸ ›Πορεύομαι, ἵνα ἀναστήσω αὐτὸν ἐκ νεκρῶν‹.

ἀλλὰ ὁ λύων τὴν ἐν τούτοις δοκοῦσαν εἶναι διαφορὰν καὶ διδοὺς τὴν τοῦ Λαζάρου ἐκ νεκρῶν ἀνάστασιν κοινὸν ἔργον γεγονέναι υἱοῦ τοῦ εὐξαμένου καὶ πατρὸς τοῦ ἐπακούσαντος χρήσεται καὶ τῷ εἰρημένῳ ὑπὸ τοῦ κυρίου πρὸς τὴν Μάρθαν λέγοντος· »Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ »ζωή«, παραθήσεται δὲ καὶ τὸ »Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς »νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ.«

(9) Καὶ τίνα γε οὐκ ἂν κινήσαι πρὸς τὸ πιστεῦσαι τῷ τοῦ Ἰησοῦ κηρύγματι καὶ ἀληθῶς, ὡσπερεὶ ἐκ νεκρότητος καὶ δυσωδίας, τῶν πάνυ ὑπὸ τῆς κακίας καταβεβαπτισμένων, ἀκροτάτῃ μεταβολῇ ἀποσεισαμένων τῇ προστάξει καὶ συνεργείᾳ τοῦ λόγου οὐ μόνον τὴν ἀπὸ τῆς ἁμαρτίας πολλὴν δυσωδίαν ἀλλὰ καὶ τοὺς κατέχοντας δεσμοὺς τὴν πορευτικὴν καὶ τὴν δραστικὴν τῆς ψυχῆς δύναμιν, ἔτι δὲ χωρὶς τούτων καὶ τὴν θεωρητικήν;