Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(8) Ἔτι ζητῶ εἰ πεπλήρωκεν ὁ Ἰησοῦς τὸ ἐπιφερόμενον τῷ »Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται«, τὸ »Ἀλλὰ πορεύομαι, ἵνα »ἐξυπνίσω αὐτόν«.

ἐφίστημι οὖν μήποτε ἐν τῷ εἰρηκέναι αὐτὸν φωνῇ μεγάλῃ κραυγάσαντα· »Λάζαρε, δεῦρο ἔξω« (ἡ γὰρ μεγάλη φωνὴ καὶ ἡ κραυγὴ οὐκ ἂν ἀτόπως λέγοιτο ἐξυπνικέναι αὐτόν) καὶ ἤδη δύνασθαι ἀποφήνασθαι ἐν τούτῳ μᾶλλον πεπληρῶσθαι τὸ »Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν«, ἤπερ ἐν τῷ τῆς εὐχῆς τοῦ υἱοῦ ἀκούσαντος τὸν πατέρα πεποιηκέναι τὴν Λαζάρου ψυχὴν ἐπανελθεῖν ἐπὶ τὸ ἐν τῷ μνημείῳ ἀποκείμενον αὐτοῦ σῶμα·

εἴποι γὰρ ἄν τις ὅτι ὁ μὲν ἀκούσας εὐξαμένου τοῦ υἱοῦ πατὴρ ἐκ νεκρῶν τὸν Λάζαρον ἀνέστησεν· ὁ δὲ εἰπὼν φωνῇ μεγάλῃ καὶ κραυγάσας· » Λάζαρε, δεῦρο

»ἔξω« ἐπλήρωσεν ὃ προεπηγγείλατο· »Ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω »αὐτόν.«