Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
(20) Οὐ τὸ αὐτὸ νομιστέον εἶναι πάσχα τοῦ κυρίου καὶ πάσχα τῶν Ἰουδαίων· τὸ μὲν γὰρ κατὰ τὸν νόμον πάσχα ἐστὶν τοῦ κυρίου, τὸ δὲ τῶν παρανόμων πάσχα τῶν Ἰουδαίων.
διὸ παρατηρητέον πότε λέγεται κυρίου τὸ πάσχα | καὶ ἄλλαι ἡμέραι, καὶ πότε οὐ τοῦ κυρίου ἀλλὰ τῶν ἐλεγχομένων ἐπὶ ἁμαρτίαις.
οἷον ἐν μὲν τῇ Ἐξόδῳ γέγραπται μεθ’ ἕτερα κατὰ τὴν πρώτην περὶ πάσχα ἐντολήν· »Καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν κυρίου«, καὶ
κατὰ τὴν δευτέραν· »Ἐὰν λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν· Τίς ἡ »λατρεία αὕτη ὑμῖν; καὶ ἐρεῖτε· Θυσία τὸ πάσχα τοῦ κυρίου, ὡς »ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ«.ἐν δὲ τῷ Ἡσαΐᾳ οὐχ ἑαυτοῦ ἀλλὰ τῶν ἁμαρτανόντων φησὶν εἶναι ὁ κύριος τὰς νουμηνίας καὶ τὰ σάββατα καὶ νηστείαν καὶ ἀργίαν καὶ ἑορτάς.
εἰ δὲ τὰς ἑορτάς, δῆλον ὅτι καὶ τὸ πάσχα· μία γὰρ αὕτη τῶν ἑορτῶν ἐστιν. γέγραπται δὲ οὕτως· »Τὰς νουμηνίας ὑμῶν καὶ »τὰ σάββατα ὑμῶν καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν [ἢ] »καὶ ἀργίαν, καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ »ψυχή μου«. καὶ ἔν τινι δὲ τῶν δώδεκα γέγραπται· »Μεμίσηκα, »ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν«.
καὶ κατὰ τὴν ἐκκειμένην τοίνυν λέξιν τὸ πάσχα οὐ ›τοῦ κυρίου‹ ἀλλὰ ›τῶν Ἰουδαίων‹ ἦν· ὁ γὰρ σωτὴρ ἡμῶν ἐν αὐτῷ ἐπεβουλεύετο.
καὶ διὰ τοῦτο αὐτῶν οἶμαι τὸ πάσχα εἰρῆσθαι αὐτοῖς προφητικῶς τῷ »Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς »ὑμῶν«· ἔργον γὰρ οὐχ ἑορτῆς θεοῦ, ἀλλ’ ἐναγὲς ἐν αὐτῷ πεποιήκασιν τὸν Ἰησοῦν ἀποκτείναντες.
πλὴν πρὸ τοῦ πάσχα τῶν Ἰουδαίων τούτου πολλοὶ ἀνέβησαν εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας, ἵνα ἁγνίσωσιν ἑαυτούς.
προλαβὼν δ’ ἂν εἴποιμι ὅτι οὐκ ἐνόουν οἱ πολλοὶ πῶς ἂν ἁγνίσαιεν ἑαυτούς· διόπερ δοκοῦντες ἑαυτῶν πάσχα λατρείαν προσφέρειν τῷ θεῷ, τοσοῦτον ἐδέησαν τοῦ ἁγνίσαι ἑαυτοὺς ὥστε ἐναγέστεροι γενέσθαι οὗ ἦσαν ἐναγεῖς πρὶν ἁγνίσωσιν ἑαυτούς. εἶπον γὰρ τῷ Πιλάτῳ οἱ παραδιδόντες αὐτῷ τὸν Ἰησοῦν Ἰουδαῖοι· »Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα«· δι’ οὓς ἔλεγεν τῷ σωτῆρι· »Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ σὸν ἔθνος καὶ οἱ ἀρχιερεῖς παρέδωκάν »σε ἐμοῖ«.
καὶ οἱ λέγοντές γε ἀναβεβηκέναι ἵνα ἁγνίσωσιν ἑαυτοὺς ἐκραύγασαν λέγοντες τῷ Πιλάτῳ· »Μὴ τοῦτον ἀπολύσῃς ἀλλὰ τὸν »Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής«.
καὶ πάλιν· »Ἀπεκρίθησαν »οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει »ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν«· καὶ πάλιν· »Οἱ Ἰουδαῖοι »ἐκραύγαζον λέγοντες πρὸς τὸν Πιλᾶτον· Ἐὰν τοῦτον ἀπολύσῃς, »οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει »τῷ Καίσαρι«. καὶ πάλιν· »Ἐκραύγασαν οἱ Ἰουδαῖοι· Ἆρον, ἆρον,
»σταύρωσον αὐτόν«.καὶ οἱ ἀναβεβηκότες γε πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτοὺς ἔλεγον ἐν αὐτῷ τῷ πάσχα· »Οὐκ ἔχομεν βασιλέα »εἰ μὴ Καίσαρα«. ὅπερ δὲ πρὸς τοὺς μαθητὰς εἶπεν | προφητεύων ὁ σωτὴρ καὶ λέγων· »Ἔρχεται ὥρα ὅτε πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξει »λατρείαν προσφέρειν τῷ θεῷ«· τοῦτο ἀπ’ αὐτοῦ ἀρξάμενον πεπλήρωται.
οἱ γὰρ ἀξιώσαντες αὐτὸν ἀποθανεῖν ἐδόκουν λατρείαν προσφέρειν τῷ θεῷ, καὶ ἀναβεβήκεισαν εἰς Ἱεροσόλυμα πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.