Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
(19) Ταῦτα μὲν εἰς τὸ ῥητὸν καὶ τὴν ἀπὸ τοῦ εὐαγγελικοῦ γράμματος περὶ ἀναχωρήσεως διδασκαλίαν. εἰς δὲ τὴν ἀναγωγὴν λεχθείη ἂν τοιαῦτα, ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει ὅτε ὁ λόγος τοῦ θεοῦ διὰ προφητῶν αὐτοῖς ἐνεπολιτεύετο· Ἰησοῦ γὰρ ἦν παρρησία ἡ » Τάδε λέγει κύριος«· ἀλλὰ νῦν οὐκέτι παρρησίᾳ ἐν τοῖς Ἰουδαίοις Ἰησοῦς περιπατεῖ, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν, καὶ οὐκ ἔστιν θεοῦ λόγος ἐν Ἰουδαίοις, καὶ ἀπελθὼν ἐκεῖθεν (λέγω δὲ ἀπὸ τῶν Ἰουδαίων) εἰς τὴν ἐγγὺς τῆς ἐρήμου ἦλθεν χώραν, περὶ ἧς λέγεται· »Πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον »ἢ τῆς ἐχούσης τὸν ἄνδρα«, καὶ πρὸς ἣν εἴρηται· » Εὐφράνθητι »στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα«.
ἔστιν δὲ ἡ ἐγγὺς τῆς ἐρήμου πόλις Ἐφραῒμ, εἰς ἣν ἦλθεν Ἰησοῦς, οὐκέτι παρρησίᾳ περιπατῶν ἐν τοῖς Ἰουδαίοις.
ἑρμηνεύεται δὲ Ἐφραῒμ ›καρποφορία‹, ἀδελφὸς ὢν Μανασσῆ, πρεσβυτέρου τοῦ ›ἀπὸ λήθης‹ λαοῦ.
μετὰ γὰρ τὸν ›ἀπὸ λήθης‹ λαὸν καταλειφθέντα γεγέννηται ἡ ἐξ ἐθνῶν ›καρποφορία‹, ὅτε ποταμοὺς μὲν τοὺς ἐν τῷ Ἰσραὴλ »ἔθετο« ὁ θεὸς »εἰς ἔρημον καὶ διεξόδους« τῶν ἐκεῖ »ὑδάτων εἰς »δίψαν« καὶ | »γῆν αὐτῶν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν »κατοικούντων ἐν αὐτῇ«· ἀπὸ δὲ τῶν ἐθνῶν »ἔρημον ἔθετο εἰς λίμνας »ὑδάτων«, καὶ »γῆν ἄνυδρον αὐτῶν γῆν εἰς διεξόδους ὑδάτων«.
καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας, τὴν ἐκκλησίαν· ἔνθα ἔσπειρεν ἀγροὺς κατὰ τὸν πεσόντα σπόρον ἐπὶ τὴν καλὴν καὶ ἀγαθὴν γῆν καὶ ποιοῦσαν ἑκατονταπλασίονα, καὶ ἐφύτευσεν ἀμπελῶνας· κλήματα γάρ εἰσιν οἱ κυρίου μαθηταί, οἵτινες καὶ »ἐποίησαν καρπὸν γεννήματος· καὶ εὐλόγησεν αὐτοὺς καὶ »ἐπληθύνθησαν σφόδρα«.
ἀλλ’ οὐδὲ τοὺς ἐν τούτοις ἀλογωτέρους μικροὺς εἶναι ἐλογίσατο ὁ ἀνθρώπους καὶ κτήνη σώζων κύριος· γέγραπται
γάρ· »Καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν«.καὶ οἱ μὲν Ἰουδαῖοι »ὠλιγώθησαν καὶ ἐκακώθησαν [καὶ] ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης· »καὶ ἐξεχύθη ἐξουδένωσις ἐπὶ« τοὺς διὰ τὸν Ἀβραὰμ »ἄρχοντας, καὶ »ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχὶ ἐν ὁδῷ«.
μετ’ ἐκείνους δὲ ὁ θεὸς »ἐβοήθησεν τῷ ἀπὸ τῶν ἐθνῶν πένητι λαῷ ἐκ πτωχείας καὶ »ἔθετο ὡς πρόβατα πατριάν«, οὓς ὄψονται εὐθεῖς ἄγγελοι καὶ »εὐ»εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς«.
τούτοις δὲ μυστικῶς προφητευομένοις ἐν ἑκατοστῷ ἕκτῳ Ψαλμῷ ἐπιφέρεται· »Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσουσιν τὰ ἐλέη τοῦ »κυρίου;«
ἐλεοῦντος γὰρ τοῦ κυρίου τοὺς ἀπὸ τῶν ἐθνῶν ὁ σοφὸς ταῦτα φυλάξει, συνιεὶς τὰ ἐλέη τοῦ κυρίου.
οὐκοῦν Ἰησοῦς οὐκέτι »παρρησίᾳ περιπατεῖ ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς »τὴν χώραν« τοῦ ὅλου κόσμου, »ἐγγὺς τῆς ἐρήμου« ἐκκλησίας, εἰς Ἐφραῒμ τὴν ›καρποφοροῦσαν‹ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.
καὶ ἔστιν μέχρι τοῦ δεῦρο μετὰ τῶν μαθητῶν αὐτοῦ Ἰησοῦς ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν· πάρεστιν γὰρ τῇ ›καρποφορίᾳ‹.
καὶ ἐπὶ τῇ γενέσει γε τοῦ Ἐφραῒμ τούτου εἴποι ἂν ὁ γεννήσας αὐτὸν σιτομέτρης ἡμῶν κύριος, ὁ ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· »Ηὔξησέν με ὁ θεὸς ἐν τῇ γῇ τῆς ταπεινώσεώς μου«.