Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τούτῳ δὲ ἀκολουθεῖ τὸν μὴ ἀνακρίνοντα πάντα μὴ εἶναι πνευματικόν, ἢ μηδέπω εἶναι πνευματικόν.

ἀλλὰ καὶ εἴ τις ὑπό τινος ἀνακρίνεται, ἐπεὶ ὁ πνευματικὸς ὑπ’ οὐδενὸς ἀνακρίνεται, οὐκ ἔστιν πνευματικός, ἢ οὐκ ἔστιν πω πνευματικός.

μήποτ’ οὖν βέλτιον λέγειν ὅτι γίνεταί τις πνευματικός, οὐ πρότερον ὤν, ὅστις ἤδη καὶ κυρίως ἐστὶν υἱὸς θεοῦ.

τίνα οὖν ἐστιν τὰ λεγόμενα νῦν τέκνα θεοῦ, εἰ μή εἰσιν οἱ κατὰ τοὺς εἰσά γοντας τὰς φύσεις ›πνευματικοί‹, ὥρα σκοπεῖν· καὶ ὅρα εἰ τέκνα θεοῦ διεσκορπισμένα ἕτερα παρὰ τὸ ἔθνος δύνασαι νοεῖν τοὺς ἤδη, ὅτε ταῦτα ἐλέγετο, δικαίους ἐν θεῷ, εἴτε προκεκοιμημένους πατριάρχας ἢ προφήτας ἤ τινας ἄλλους ἐκλεκτοὺς τοῦ θεοῦ, εἴτε καὶ τοὺς ἤδη τότε ἰσχύοντας· ὡς γὰρ ὑπαρχόντων, τῶν ἰσχυόντων καὶ μηδὲ νοσούντων φησίν· »Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ

»κακῶς ἔχοντες«, καὶ ὡς ὄντων δικαίων λέγει· »Οὐκ ἐλήλυθα »καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν«.

ἔμελλεν οὖν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ μὲν τοῦ ἔθνους ἵνα μὴ ἀπόληται, ὑπὲρ δὲ τῶν | τέκνων τοῦ θεοῦ ὄντων ἐν διασκορπισμῷ, ἵνα συναχθῶσιν εἰς ἓ〈ν καὶ ἐν αὐ〉τῷ γενήσωνται μία ποίμνη, εἷς ποιμήν· ὅτε οἶμαι πληροῦσθαι τὴν τοῦ σωτῆρος εὐχὴν λέγοντος· »Ὡς ἐγὼ καὶ σὺ »ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὠσιν«.

εἰ δέ τι καὶ βαθύτερόν ἐστιν περὶ Ἰσραὴλ οὐ φύσεως ἀλλὰ γένους εἰπεῖν, περὶ οὗ γέγραπται· »Υἱὸς πρωτότοκός μου Ἰσραήλ ἐστιν«, γενομένου ἐν διασκορπισμῷ, καὶ αὐτὸς ἐπιστήσεις, ὡς εἶναι τούτους τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα, ὑπὲρ ὧν ἔμελλεν ἀποθνήσκειν Ἰησοῦς, ἵνα αὐτὰ συναγάγῃ εἰς ἕν.

(17) Οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συναγαγόντες συνέδριον καὶ σκεψάμενοι περὶ τοῦ σωτῆρος ἡμῶν τί αὐτῷ ποιητέον αὐτοῖς, Καϊάφα τοῦ ἀρχιερέως τὰ προεκτεθειμένα ⟨εἰπόντος,⟩ ὑπὸ τῶν λόγων αὐτοῦ παροξυνθέντες συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν τὸν κύριον.

διόπερ ζητήσεις ἀπὸ ποίου πνεύματος προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ πότερον τὸ ἅγιον πνεῦμα καὶ ἐν τοιούτῳ ἐνήργησεν καὶ αἴτιον γεγένηται τῆς κατὰ τοῦ Ἰησοῦ συμβουλῆς, ἢ οὐκ ἐκεῖνο μὲν οὖν, ἄλλο δὲ τὸ δυνάμενον καὶ ἐν τῷ ἀσεβεῖ λαλῆσαι καὶ τοὺς ὁμοίους ἐκείνῳ κατὰ τοῦ Ἰησοῦ κινῆσαι οὐδὲν ἧττον καὶ ἑώρα τι εἰς τὸν Ἰησοῦν, ὡς κατὰ δύναμιν προεξητάσαμεν.

ὁ μέντοι βουλόμενος ἀπολογεῖσθαι περὶ τοῦ ἁγίου πνεύματος δοκοῦντος αἰτίου γεγονέναι ἵνα συμβουλεύσωνται ἀποκτεῖναι τὸν Ἰησοῦν ἐκ τῶν λόγων κινηθέντες τοῦ Καϊάφα οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι φησὶν ὅτι οὐκ ἀλλότριόν ἐστιν τὸ τοιοῦτο ἔργον τῆς ἁγιότητος, ἐπεὶ μηδὲ Ἰησοῦς ἀνάξιον ἑαυτοῦ πεποίηκεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐλθὼν τῶν ἐν τῷ Ἰσραὴλ καὶ φάσκων· »Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ »βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται«.