Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
(15) Ἑξῆς τούτῳ ἐστὶν τὸ » Τοῦτο ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν«. ἐφ’ οὗ μανθάνειν οἶμαι ἡμᾶς ὅτι τινὰ μὲν οἱ ἄνθρωποι ἀφ’ ἑαυτῶν λέγομεν, μηδεμιᾶς ἡμᾶς ἐνεργούσης εἰς τὸ λέγειν δυνάμεως, ἕτερα δὲ ὡσπερεὶ ὑπηχούσης καὶ ὑποβαλλούσης δυνάμεώς τινος ἡμῖν τὰ λεγόμενα, κἂν μὴ τέλεον ἐξιστώμεθα καὶ ἀπαρακολουθήτως ἔχωμεν ἑαυτοῖς, ἀλλὰ δοκῶμεν παρακολουθεῖν οἷς λέγομεν.
ἐνδέχεται δὲ παρακολουθοῦντας ἡμᾶς ἑαυτοῖς ᾗ λέγομεν, μὴ παρακολουθεῖν τῷ βουλήματι τῶν λεγομένων· ὥσπερ νῦν Καϊάφας ὁ ἀρχιερεὺς καὶ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν καὶ οὗ εἶπεν τὸν νοῦν ὡς προφητείας λεγομένης οὐκ ἐδέχετο.
καὶ παρὰ Παύλῳ δὲ νομοδιδάσκαλοί τινές εἰσιν »μὴ »νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται«.
ἀλλ’ οὐχ ὁ σοφὸς τοιοῦτος, περὶ οὗ φησὶν ἐν Παροιμίαις ὁ Σολομῶν· »Σοφὸς »νοήσει τὰ ἀπὸ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν φορέσει »ἐπιγνωμοσύνην«.
δοκεῖ δέ μοι ὅτι καὶ περίστασις αἰτία ποτὲ γίνεται τοῦ προφητεύειν, ὥσπερ καὶ νῦν τῷ Καϊάφᾳ τὸ εἶναι αὐτὸν ἀρχιερέα τοῦ
ἐνιαυτοῦ ἐκείνου, ⟨ᾧ⟩ ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ λαοῦ | ἵνα μὴ ὅλον τὸ ἔθνος ἀπόληται· ὄντων γὰρ καὶ ἄλλων ἀρχιερέων, ὡς δῆλον ἐξ ὧν προπαρεθέμεθα, οὐδεὶς προφητεύει ἢ ὁ τοῦ ἐνιαυτοῦ ᾧ ἔμελλεν πάσχειν ὁ Ἰησοῦς ἀρχιερεύς.περίστασις δὲ προφητεύειν πεποίηκεν καὶ τοὺς Σαοὺλ ἀγγέλους, πεμφθέντας ἐπὶ τὸν Δαβίδ, καὶ αὐτὸν τὸν Σαούλ· οἱονεὶ γὰρ τὸ ζητεῖν αὐτοὺς τὸν Δαβὶδ αἴτιον γέγονεν προφητείας, ἀλλὰ τοιαύτης, ὁποία ἀναγέγραπται.
ἀλλὰ καὶ Βαλαὰμ οὐκ ἂν ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν τὸ »Ἐκ Μεσοποταμίας μετεπέμψατό με« καὶ τὰ ἑξῆς· μὴ ἰδὼν τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα· καὶ ἀεὶ ἄλλο μέρος στρατοπέδου βλέπων ἀπὸ τῆς καινότητος τοῦ βλεπομένου ἐκινεῖτο πρὸς τὸ λέγειν περὶ τοῦ Ἰσραήλ.
(16) Ἔμελλε τοίνυν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, ὅπερ ἕτερον ἦν τῶν διεσκορπισμένων τέκνων θεοῦ, ὡς δῆλον ἐκ τοῦ »Ἰησοῦς ἔμελλεν ἀποθνήσκειν, οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ »ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν«.
τίνα δὲ τὰ παρὰ τὸ ἔθνος διεσκορπισμένα τέκνα θεοῦ νῦν καιρὸς ἤδη ζητεῖν. περὶ τούτων δὴ οἱ μὲν τὰς φύσεις εἰσάγοντες τοὺς κατ’ αὐτοὺς πνευματικοὺς φήσουσιν εἶναι τὰ τέκνα τοῦ θεοῦ, πνευματικῶς οὐκ ἀνακρίναντες πάντα· τοῦτο γὰρ ἀκολουθεῖ λέγειν τοῖς φύσεις εἶναι οἰομένοις, καὶ παρὰ τὸ τοῦ ἀποστόλου βούλημα ἐννοεῖν τοὺς πνευματικούς, διδάσκοντος ὅτι »Ὁ πνευματικὸς ἀνακρίνει »πάντα, καὶ ὑπ’ οὐδενὸς ἀνακρίνεται«.