Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
τῶν δὲ λοιπῶν 〈ἀδίκων〉 παρὰ τούτους οὗτοι ἦσαν οἱ τρεῖς τοῦ Θαρά υἱοὶ σπέρμα. ὅπερ οὖν εἴπομεν περὶ τοῦ σπέρματος τοῦ Ἀβραάμ, τοῦτο νοητέον περὶ τοῦ σπέρματος τοῦ Σὴμ καὶ Νῶε καὶ τῶν ἀνωτέρω δικαίων, ὧν τὰς ἰδιότητας σπερματικῶς δοκοῦσιν κοινῇ ἀνειληφέναι εἰς γένεσιν ἐρχόμενοι Ἀβραὰμ καὶ Ναχώρ καὶ Ἀρράμ· ἀλλ’ ὁ μὲν Ἀβραὰμ γεγεωργηκέναι οὓς εἶχεν ἐν ἑαυτῷ σπερματικοὺς λόγους πάντων τῶν πρὸ αὐτοῦ δικαίων, καὶ τούτοις προστεθεικέναι ἁγίαν ἰδίαν ποιότητα, τὴν κατὰ τὸ ἴδιον αὐτοῦ σπέρμα, οὗ ἐδύναντο μετέχειν οἱ μετ’ αὐτὸν καλούμενοι »σπέρμα Ἀβραάμ«· ὁ δὲ Ἀρρὰμ ἐπὶ ἐλάχιστον ἑαυτοῦ ἐπιμέλειαν πεποιῆσθαι καὶ τῶν πατρικῶν ἐν ἑαυτῷ σπερμάτων, ὅθεν δεδύνηται προβαλεῖν πνέοντα κἂν ἐπὶ ποσὸν τῆς σωτηρίας τὸν Λώτ· ὁ δὲ Ναχὼρ ἀμφοτέρων τῶν ἀδελφῶν ἐλάττων γεγονέναι.
Ἔξεστιν τοίνυν μὴ ὄντα σπέρμα τοῦ Ἀβραάμ, τῷ πάντως διὰ τὴν κατὰ τὸν κατακλυσμὸν ἱστορίαν ἀπὸ Νῶε τοὺς ἑξῆς γεγονέναι, εἶναι σπέρμα Νῶε· εἰ δὲ τοῦτο, καὶ σπέρμα Ἑνώχ, πάντως δὲ καὶ σπέρμα Ἐνώς καὶ Σήθ· ἄδηλον δ’ ἡμῖν ἐπὶ τῶν πολλῶν κατωτέρω τοῦ Νῶε, τίς σπέρμα τοῦ Σὴμ καὶ τίς τοῦ Χὰμ καὶ τίς τοῦ Ἰάφεθ καὶ τῶν ἔτι κατωτέρω· πλὴν οὐκ ἔστιν τις μηδαμῶς μετέχων σπέρματος δικαίων.
ἐφίστημι δὲ μήποτε δυνατὸν ἔχοντα τὰς ἀφορμὰς ἃς εἶχεν ὁ Ἀβραὰμ ἐκ τῶν προτέρων σπερμάτων γενέσθαι τὸν μὴ ὄντα σπέρμα τοῦ Ἀβραὰμ τοιοῦτον, ὥστε αὐτὸν οὐκ ὄντα ἀπὸ τοῦ Ἀβραὰμ ἐξομοιωθῆναι τῷ Ἀβραάμ.
ὡς γὰρ Ἀβραάμ, οὐκ ἐκ σπέρματος Ἀβραὰμ τυγχάνων ἀλλὰ τῶν προειρημένων, γέγονεν Ἀβραάμ, οὕτω δυνατόν τινα τὰ κρείττονα τῶν ἐν αὐτῷ ἐγκατασπαρέντων γεωργήσαντα γενέσθαι ἄλλον Ἀβραάμ, οὐ πάντως ἐκ σπέρματος Ἀβραὰμ ἀλλὰ καὶ αὐτὸν ἱκανὸν σπείρειν ὡς Ἀβραάμ.
Ὅλων δὲ τούτων ἀκούωμεν ἀναφέροντες τὰ λεγόμενα οὐκ ἐπὶ σώματα καὶ ἀνθρώπους, ἀλλ’ ἐπί τινα νοητὰ καὶ λόγους πλείονας ἢ ἐλάττονας, ὧν μετέχουσι διαφόρως οἱ κατιόντες εἰς γένεσιν ἢ εἰσιόντες, καὶ τάχα δέ πως καὶ ἀνιόντες.