Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ὅτι δὲ δεῖ πάντα ταῦτα ἐξετάζειν τὸν οἰκονόμον

τῶν μυστηρίων τοῦ θεοῦ παρίστησιν ἡ φάσκουσα λέξις· » Τίς ἄρα »ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃν καταστήσει ὁ κύριος »ἐπὶ τῆς οἰκετίας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς »συνδούλοις ἑαυτοῦ;« οὐ πάντες οὖν εἰσιν ἄνθρωποι σπέρμα τοῦ Ἀβραάμ· οὐδὲ γὰρ ἔχουσιν τοὺς λόγους ἐγκατεσπαρμένους αὐτῶν ταῖς ψυχαῖς, δυναμένους, εἰ γεωργηθεῖεν, ποιῆσαι τέκνα τοῦ Ἀβραάμ.

Καὶ ζητήσαι τις ἂν πρὸς ταῦτα φάσκων ὅτι δύναται μὲν ψεκτὸς εἶναι ὁ γενόμενος σπέρμα τοῦ Ἀβραάμ, εἰ μὴ καὶ τέκνον αὐτοῦ γένοιτο· πῶς δ’ ἂν εὐλόγως μεμφθείη μὴ ποιῶν τὰ ἔργα τοῦ Ἀβραὰμ ὁ μηδὲ τὴν ἀρχὴν ἔχων τὸ εἶναι σπέρμα τοῦ Ἀβραάμ, ἀφ’ οὗ ἔρχεται τὸ γενέσθαι τέκνα τῷ Ἀβραάμ;

ἐροῦμεν δὲ πρὸς ταῦτα ὡσπερεὶ ἐπιβάθρᾳ χρησάμενοι τῇ ἱστορίᾳ καὶ τὰ ἴχνη τῆς κατὰ τὸν τόπον ἀληθείας ζητοῦντες ἐν τοῖς γράμμασιν, ὅτι εἰ μὲν μὴ ὤν τις τέκνον τοῦ Ἀβραὰμ οὐδενὸς δικαίου σπέρμα ἦν, καὶ ἀνέγκλητος ἐτύγχανεν 〈ἂν〉 τῶν ἁμαρτωλῶν τις, μηδεμίαν ἔχων ἀπὸ σπερμάτων ἀφορμὴν τοῦ καλοῦ· νυνὶ δὲ ὥσπερ ἐπὶ τῶν σωμάτων ὁ μέν τίς ἐστιν πλειόνων δικαίων σπέρμα, ἕτερος δὲ ὀλιγωτέρων, ὡς δῆλον ἔσται ἐκ τῆς παραθέσεως τῶν λεχθησομένων, οὕτως καὶ ἐπὶ τῶν τῆς ἀναγωγῆς τὸ ἀνάλογον ἔσται λέγειν.

Ἀβραὰμ εἰκοστὸς γεγέννηται ἀπὸ τοῦ πρωτοπλάστου· δέκα γὰρ γενεαὶ ἀπὸ Ἀδὰμ ἐπὶ Νῶε, καὶ δέκα ἀπὸ Νῶε ἐπὶ Ἀβραάμ· καὶ τοῦ Ἀβραὰμ γεγόνασιν ἀδελφοὶ Ναχώρ καὶ Ἀρράμ· οἱ γὰρ τρεῖς ἦσαν υἱοὶ Θάρα. Ναχὼρ μὲν οὖν καὶ Ἀρρὰμ οὐκ ἦσαν σπέρμα τοῦ Ἀβραάμ· ἀλλ’ οὐδ’ αὐτὸς Ἀβραὰμ σπέρμα ἦν τοῦ Ἀβραάμ.

ἦσαν δὲ σπέρμα οἱ τρεῖς δικαίων μέν, ὡς ζητουμένων ἔτι τῶν κατὰ τὸν Ἀδὰμ ἐν τίσιν ἀριθμητέον αὐτόν, τοῦ Σήθ, ὃν ἐξανέστησεν ὁ θεὸς ἀντὶ τοῦ Ἄβελ· καὶ τοῦ Ἐνώς, ὃς »ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ«· καὶ τοῦ Ἑνώχ, »ὃς εὐηρέστησεν τῷ θεῷ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, »ἔτη διακόσια«· καὶ τοῦ Νῶε, περὶ οὗ εἴρηται ὅτι »Ἄνθρωπος »δίκαιος, τέλειος ἐν τῇ γενεᾷ | αὐτοῦ· τῷ θεῷ εὐηρέστησεν Νῶε«· καὶ τοῦ Σήμ, οὗ »κύριος ὁ θεὸς« πρώτου φαίνεται ἐν τῇ Γενέσει κεχρηματικέναι θεός, ὅπερ σαφές ἐστιν ἐκ τοῦ » Εὐλογητὸς κύριος

»ὁ θεὸς τοῦ Σήμ«·