Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
μέχρι γοῦν τοῦ »Ἰδού, τόπος παρ’ ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας« Μωσῆς οὐδέπω εἱστήκει ἐπὶ τῆς πέτρας. καὶ εἴ | τίς γε ἐπιμελέστερον ἐνίδοι τῇ ἀνθρωπίνῃ φύσει, οὐκ εὐχερῶς δυναμένῃ καθαρεύειν ἀπὸ ψευδῶν δογμάτων, ὄψεται ὅτι ὥσπερ »πᾶς ἄνθρωπος ψεύστης«, οὕτως πᾶς
ἄνθρωπος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ.εἰ γάρ τίς ἐστιν οὐ ψεύστης ἔτι ἢ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, ὁ τοιοῦτος οὐκ ἔστιν ἄνθρωπος, ὥστ’ ἂν εἰπεῖν αὐτῷ καὶ τοῖς ὁμοίοις αὐτῷ τὸν θεόν· »Ἐγὼ εἶπα, θεοί »ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«, οὐκ ἐπενεχθησομένου αὐτῷ τοῦ »Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε«-
εἴ τις οὖν καὶ ἄλλος οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ, δῆλον ὅτι καὶ ὁ διάβολος ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος, καὶ ἡ αἰτία γε τοῦ μὴ ἑστηκέναι αὐτὸν ἐν ἀληθείᾳ τοῦτον εἴρηται τὸν τρόπον· »Ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ«.
διὰ τοῦτο δ’ οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ, ἐπείπερ ἠπάτηται καὶ ψευδῆ ὑπολαμβάνει καὶ ἠπάτηται αὐτὸς ὑφ’ ἑαυτοῦ, τούτων χείρων εἶναι λογισθεὶς τῶν λοιπῶν ἀπατωμένων, ὅτι ἐκεῖνοι μὲν ὑπὸ τούτου ἀπατῶνται, αὐτὸς δὲ ἑαυτῷ δημιουργός ἐστιν τῆς ἀπάτης.
Ἄξιον δὲ ζητῆσαι πῶς λέγεται τὸ »Ἀλήθεια οὐκ ἔστιν ἐν »αὐτῷ«, οἷον πότερόν ποτε οὐδὲν ἀληθὲς ἔχει δόγμα, ἀλλὰ πάντα ὅσα ποτὲ δοξάζει ψευδῆ ἐστιν· ἢ ὅτι οὐ μετέχει Χριστοῦ, ὡς οἱ Χριστοῦ μέτοχοι μετέχουσιν τοῦ εἰπόντος· »Ἐγώ εἰμι ἡ ἀλήθεια«.
οἱ γὰρ μετέχοντες αὐτοῦ μετέχουσιν αὐτοῦ καὶ καθ’ ὅ ἐστιν ἀλήθεια, καὶ διὰ τοῦτο ἀλήθειά ἐστιν ἐν αὐτοῖς. καὶ τρίτον δ’ ἂν ἐν τῷ τόπῳ τοιοῦτον προσαπορηθείη, ἐπιστησόντων τινῶν εἰ χρὴ λέγειν μὴ εἶναι ἀλήθειαν ἐν τῷ ὁτιποτοῦν ψεῦδος ὑπολαμβάνοντι, κἂν μετὰ πολλῶν ἀληθῶν τοῦτο νομίζῃ.
ὡς γὰρ ψεῦδος τὸ ἐκ μυρίων ὅσων ἀληθῶν καὶ ἑνὸς ψεύδους συμπεπλεγμένου, οὕτως ἐν τῷ δοξάζοντι μετὰ πολλῶν ἀληθῶν ἓν ψεῦδος οἱονεὶ τὸ τοιοῦτόν ἐστιν συμπεπλεγμένον, ὥστ’ ἂν εἰπεῖν ὅτι ἐν τῷδε οὐκ ἔστιν ἀλήθεια. δείκνυμι δὲ τὸν μετὰ πολλῶν ἀληθῶν ἓν ψεῦδος ὑπολαμβάνοντα.