Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἐπιστήσεις δὲ εἰ καὶ διὰ τὴν ἀνθρωποκτονίαν αὐτοῦ οὐκ ἂν συστάντα τὰ ἐπὶ τῆς ἐπικαταράτου γῆς ἐν τοῖς ἔργοις τοῦ ἐκβληθέντος ἀπὸ »τοῦ παραδείσου τῆς τρυφῆς« Ἀδὰμ συνέστη.
πλὴν
ἀνθρωποκτόνος οὗτος ἀπὸ τῆς τῶν ἐνεστηκότων γέγονεν ἀρχῆς, ὅστις, οἶμαι, γενόμενος »ἀρχὴ πλάσματος κυρίου« ἐφθόνησεν τοῖς κτισθεῖσιν »εἰς τὸ εἶναι«.οὕτω »φθόνῳ θάνατος εἰσῆλθεν εἰς τὸν »κόσμον«, ἀεὶ ἐν οἷς ἂν εὕρῃ ζῶσιν ἀνθρωποκτονοῦντος ἕως ἂν πάντων τῶν ἐχθρῶν ὑποτεθέντων τοῖς ποσὶν τοῦ υἱοῦ τοῦ θεοῦ ἔσχατος ἐχθρὸς αὐτοῦ θάνατος καταργηθῇ.
(22) Ἴδωμεν δὲ καὶ περὶ τοῦ » Καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν«. πᾶς μὲν καὶ μόνος ὁ ὑγιῆ βεβαίως ἔχων δόγματα καὶ διὰ τὴν βεβαιότητα τῶν δογμάτων ἄσειστος τοῖς κρίμασιν τυγχάνων ἐν παντὶ καιρῷ, καὶ ὑπὸ μηδεμιᾶς περιστάσεως ἤ τινος σωματικῆς προφάσεως, οἷον δυσυπομενήτων πόνων ἢ σφοδροτέρας ὀρέξεως ἀφροδισίων ἢ ὁποιασδήποτε αἰτίας σαλευόμενος, ὥστ’ ἂν καὶ ἐπὶ ποσὸν μετακινηθῆναι ἀπὸ τοῦ καλοῦ, εὐλόγως ἂν ἑστηκέναι ἐν τῇ ἀληθείᾳ νομίζοιτο·
οὗτος δὲ ὁ λόγος φθανέτω καὶ ἐπὶ τὰς ἔξω σαρκὸς καὶ αἵματος φύσεις· ἔστιν γὰρ καὶ ἐν τῇ ἐκείνων ζωῇ τὰ κατορθοῦντα ἑστηκέναι ἐν τῇ ἀληθείᾳ δεόντως λέγειν· εἰ δέ τις μὴ οὕτως βιοῖ, »οὐχ ἕστηκεν ἐν τῇ ἀληθείᾳ«.
ἀλλ’ ἐφίστημι μήποτε ἓν μέν τι καὶ μονοειδές ἐστιν τὸ ἑστηκέναι ἐν τῇ ἀληθεία, ποικίλον δέ τι καὶ πολύτροπον τὸ μὴ ἑστηκέναι ἐν αὐτῇ· τινῶν μὲν τρεμούσαις, ἵν’ οὕτως ὀνομάσω, ταῖς βάσεσιν καὶ σειομέναις βιαζομένων ἑστάναι ἐν αὐτῇ καὶ μηδέπω τοῦτο ἐχόντων· ἑτέρων δὲ τοῦτο μὲν οὐ πεπονθότων, ἐν κινδύνῳ δὲ τοῦ ἐν τούτῳ γενέσθαι καθεστηκότων, ὁποῖός ἐστιν ὁ λέγων· »Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες«, καὶ ἄλλων καὶ πεπτωκότων ἐν αὐτῇ, περὶ ὧν οἶμαι λέγεσθαι τὸ »Πᾶς ὁ πεσὼν »ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται«.
ἐπὶ τοῦτο τὸ ἑστάναι ἐν τῇ ἀληθείᾳ προτρέπων ὁ κύριος Μωσέα εἶπεν πρὸς αὐτόν· »Ἰδοὺ »τόπος παρ’ ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας«· εἰ γὰρ ἡ πέτρα Χριστὸς ἦν, Χριστὸς δέ φησιν· »Ἐγώ εἰμι ἡ ἀλήθεια«, μήποτε τὸ »Στήσῃ ἐπὶ τῆς πέτρας« ἴσον δύναται τῷ »στήσῃ ἐπὶ τῆς ἀληθείας«. μόγις δέ ποτε τοῦτο καὶ μετὰ πολλὰ ἐγγίγνεταί τινι.