Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ιζʼ. Οὺ γτάρ ἐστι κρυπτὐν, ὃ οὐ φανερὸν γετήσεται· οὐδέ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ.

[*](Luc. IV. 16, 31. 64 Levit. XII. 65 Levit. XIX, 19.)[*]((78) Οmnino videtur deesse οὐ.)[*]((79) In cod. pag. 14.)[*]((80) Locus vitiatus.)[*]((81) Vox vitiata.)[*]((82) Τhcodoret. et Origen.)[*]((83) Forte προσπελάζοντες, aut πελάζοντες, vet πλησιάζοντες.)[*]((84) Forte ὁλόλεπρον, ut infra.)
336

ἕχη, δοθήσεται αὐτῷ· καὶ δς ᾶν μὴ ἕχῃ, καὶ δ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπʼ αὐτοῦ.

Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς πλειοτάτοις τῶν μαθητῶν τοῦ Ἰησοῦ δυσωπήσει ἡμᾶς ἀπὸ τῶν περὶ Ἰωάννου εἰρημένων· Ὅοτι ἐκεῖνος ἧν ὁ λύχνος, ὁ κοιόμετος καὶ φαίνων. Ἀ λλὰ ό λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός, ἀναφέρόμενος ἐπὶ τὸν ἐν ἑκάστῳ νοῦν. Ἀλλὰ καὶ τό· Ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι, πρὸς πάντας εἵρηται τοὺς μαθητὰς τοῦ Ἰησοῦ. Οὐ δεῖ τοίνυν τὸν ἅψαντα λύχνον ἐν ψυχῇ λογικῇ κρύπτειν αὐτὸν, ἀλλʼ ἐπιτιθέναι λυχνίᾳ· ἧς σύμβολον Μωσῆς ἀπέθετο ἐν τῇ σκηνῇ μαρτυρίου. Μοδίῳ μὲν γὰρ σιτομετρήσθωσαν ὑπὸ τοῦ πιστοῦ καὶ φρονίμου οἰκέτου οἱ σύνδουλοι· βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύχνου ἐπικειμένου τῇ λυχνίᾳ, ἤγουν τῇ Ἐκκλησίᾳ πάντων. Ἀλλʼ οὐδὲ ὑπὸ τὴν κλίνην τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς σκεύους ὑποκάτω. Τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται τοῖς εἰσπορευομένοις εἰς τὴν οἰκίαν· οἷς δεῖ τιθέναι τὸν λύχνον οἱ τῷ ἀληθινῷ φωτὶ καὶ λόγῳ τῷ λαμπρῷ, καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάπτοντες τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα καθʼ ἣν κατεσκεύασεν αὐτὸν ὁ δημιουργὸς, λύχνου δεομένου τῆς ἀπὸ τῶν προνοουμένων ἔχειν ἐν τῇ ψυχῇ τὸν νοῦν διορατικώτατον, καὶ μετέχοντα τοῦ εἰπόντος· Ἐγω σῶς εἰς τὸν κόσμον ἐλήλυθα. Οἱ γὰρ καίοντες τὸν λύχνον, καὶ τιθέντες ἐπὶ τὴν λυχνίαν ἵνα λάμπῃ πᾶσιτοῖς ἐν τῇ οἰκίᾳ, προτρέψονται τοὺς ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοὺς καίειν τὴν ἑαυτῶν λυχνίαν.

(85) Στίχ. λη΄. Ἀπέλυσε δέ αὐτόν ὁ Ἰησοῦς λέγων

Στίχ. λθ΄. ‘Υπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε, καθʼ ὅλην τὴν πόλιν ηρύσσων ὅσα ἐποίησεν αὐτῷ δ Ἰησοῦς.

Πέμπει αὐτὸν εἰς τὸν οἶκον. Οὐ γὰρ τοσοῦτο μέτρον εἶχεν ὁ ἀνὴρ, ἵνα πρὸς τὸ καθῆσθαι παρὰ τοὺς πόδας Ἰησοῦ ἱματισμένος χωρήσῃ. Καὶ τῷ εἶναι σὺν αὐτῷ, τῶν ἀπὸ τῆς περιχώρου τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων, οὐδὲν ἧττον προενοήσατο τῆς τῶν δυναμέτων ἐκεῖ σωτηρίας, τὸν αὐταρκῶς παρακαθίσαντα τοῖς ποσὶν αὐτοῦ ἀπολύσας, ἵνα διδάσκῃ ἃ ἐποίησεν αὐτῷ ὁ Θεός. Εἶεν δʼ ἅν τινες τοῦ τοιούτου ἀκροασταὶ καὶ μαθηταὶ, πλείονα μὲν οὐ χωρήσαντος (86) ἐξ ὀλίγων ὧν εἴληφε κηρύσσοντος. Ἀναφέροις δʼ ἂν τὸν λόγον καὶ ἐπὶ τὴν τοῦ ἀνθρώπου φύσιν, τοῦ ἔξω Ἰσραὴλ, διʼ ὃν καταπλεῖ Ἰησοῦς ἐπὶ τὴν χώραν τῶν Γαδαρηνῶν, καὶ πρὸς ὅν ἔξεισιν ὁ Ἰησοῦς ἐπὶ τὴν γῆν. Τμάτιον δέ, φησὶν, οὐκ ἐνεοθόσκετο ὁ ἄνθρωπος. Οὐκ ἐνεδύσατο γὰρ τὸ καλύπτον αὐτοῦ τὴν ἀσχημοσύνην. Καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν. Οὐ γὰρ ἦν, ὡς Ἰακὼβ, ἄνθρωπος ἅπλαστος οἰκῶν οἰκίον. Διὸ καὶ αὐτὸν τοῦτον ἀπέλυσε, λέγων· ‘Υτόστρεφε εἰς τὸν οἶκόν σου. Καὶ ἐν τοῖς μνήμασιν ἕμενεν, οὐ μετὰ ζώντων, μετὰ νεκρῶν δέ. Ἧν δέ, φησὶν, ἀγέλη χοίρων θκανῶν βοσκομένων ἐν τῷ ὄρεα. Μήποτε δὲ χοῖροι οὐ βόσκονται ἐν τῷ ὄρει. [*](67. MAth. VI, 22. 68 Lac. XI , 55) [*](27. Ibid. 73 ibid. 74 ibid. 32.) [*](69 Joan. XII, 46.) [*](70 Lac. VIII, 57. 71 ibid.) [*]((86) Forte χωρήσαντας.)

337
μετὰ τοῦ κρημνοῦ ὥρμησεν ἡ ἀγέλη; Μήποτε οὖν οἰ φιλήδονοι, καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα φίλοι, ὅπου τὰ μνημεῖα καὶ πλησίον τοῦ λεγεῶνος τῶν δαιμόνων βόσκονται· ἀγαθότητι δὲ Ἰησοῦς τὴν τῶν δαιμόνων ἀφανίζει σὺν τοῖς χοίροις ἐν τῷ ὕδατι ἀγέλην, καὶ τῶν φιληδόνων καὶ φιλοσωμάτων κακῶν ἐμποδζει τῇ ἀναπνοῇ διὰ δαιμόνων τάχα, καὶ σωφρονεῖ ὁ τοιοῦτος; Εἴ τίς τε σωφρονεῖ, παρὰ τῷ Ἰησοῦ ἐστιν· ἀλλʼ ὁ ἀρχόμενος σωφρονεῖν παρὰ τοὺς πόδας αὐτοῦ ἐστιν.

Στίχ. μή. Εἶτε δε πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέ σε. Πορεύου εἰς εἰρήνην.

Ἡ μὲν οὖν πλειοτέρα ψυχὴ, καλῶς λατρεύσασα τῷ Λόγῳ τοῦ Θεοῦ, παῤῥησίαν ἕχει ἐπʼ αὐτὴν τὴν κεφαλὴν ἐλθεῖν· κεφαλὴ δὲ Χριστοῦ δ Θεός· ὥστε καταχέαι μύρον αὐτῆς, καὶ εὐωδίαν τῇ δόξῃ τοῦ Θεοῦ πεποιῆσθαι. Δοξάζεται δὲ ὁ Θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων. Ἡ δὲ ἀτελεστέρα γυνὴ καὶ ψυχὴ παρὰ τοὺς πόδας καὶ τὰ ταπεινότερα στρέφεται, ἧς ἐγγύς ἐσμεν ἡμεῖς. Οὐδὲ γὰρ μετενοήσαμεν ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν. Ποῦ ἡμῶν τὰ δάκρυα; ποῦ ὁ κλαυθμός; ἵνα κἂν παρὰ τοὺς πόδας Ἰησοῦ ἐλθεῖν δυνηθῶμεν. Ἐπʼ αὐτὴν γὰρ οὔπω δυνάμεθα φθάσαι τὴν κεφαλήν. Ἀγαπητὸν δὲ μετὰ τὰ ἁμαρτήματα φέρειν μετανοίας εὐωδίαν, ἵνα τις δυνηθείη δευτέρως εἶναι ἡ τοὺς πόδας ἀλείφουσα, ἀλλὰ μὴ τὴν κεφαλήν· τουτέστιν ἡ μὴ ἁπτομένη τῶν τελεωτέρων κα. ὑψηλπτέρων, ἀλλὰ τῶν ἄκρων καὶ τελευταίων.

Στίχ. νβ΄. Ἔκλαιιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δέ εἶπε· Μὴ κλαίετε· Οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.

Στίχ.νγ. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀυπέθανε.

(87) Πλὴν ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ θαύματος ἱστορία. Χρὴ δὲ ἵσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ Θεοῦ κατὰ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα· οἱ δὲ δυνάρενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ταῦτα τυπκῶς συνέβανεν ἐκείνοις, ἐγράφη δὲ διʼ ἡμᾶς, εὐξάμενοι τῷ Θεῷ, αἰτήσωμεν λόγον τὸν σαφηνίζοντα καὶ ταῦτα.

Πῶς ὁ Ἰησοῦς πρὸς τὴν ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἄπεισιν, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν· καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσα πρώτη αὐτὴ θεραπεύεται; ἦλθε γὰρ ὁ Υἰὸς τοῦ Θεοῦ προηγουμένως εἰς τὴν Ἰουδαίων συναγωγὴν, καὶ εὗρεν αὐτὴν νοσοῦσαν καὶ ἀποθανοῦσαν. Τὰ γὰρ παραπτώματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν. Ἡ δὲ αἰμοῤῥοοῦσα, ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, ἡ ῥέουσα οὐκ ἐν καιρῷ ἀφέδρου, ἀλλʼ ἀεὶ αἱμοῤῥοοῦσα παὶ νοσοῦσα, αὐτὴ πρὸ ἐκείνης πιστεύσει τῷ Υἰῷ τοῦ Θεοῦ. Καὶ ἐκεῖ μὲν οὗτος ἀπέρχεται, αὐτὴ δὲ τοῦ κρασπέδου τοῦ ἱματίου ἅψασθαι θέλει. Ὁ δὲ Δουκᾶς ὅ μὴ εἶπε Ματθαῖος προσέθηκεν, ὅτι δωδεκαετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ, καὶ ἡ αἱμοῤῥοοῦσα [*](75 Cor. ΧΙ, 3. 76 I Cor. X, 11.) [*]((87) Ὠμιγ. καὶ Κυρίλλου.)

340
δώδεκα ἔτη εἶχεν αἱμοῤῥοοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνῃ αὕτη αἱμορροεῖ. Ἐν ἀπαθεία γάρ ἐστιν ἐκείνη ὅσον χρόνον ζῇ ἡ συναγωγή· καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστί. Δώδεκα ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν αὕτη τοῦ πάθους πιστεύσασα θεραπεύεται, ἥτις οὐκ ἵσχυσεν ὑπʼ οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώμενοι. Ἀλλʼ (89) αὐτοὺς δαπανήσασα τὰ παρʼ ἑαυτῆς πάντα, οὐκ ἵσχυσεν ὑπʼ οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. Ἥψατο δὲ τοῦ κρασπέδου τοῦ Ἰησοῦ διὰ πίστεως, καὶ ἰάθη. Ἐὰν ἴδωμεν τὴν πίστιν ἡμῶν τὴν εἰς Ἰησοῦν Χριστὸν, καὶ νοήσωμεν πηλίκος ἐστὶν ὁ Υίὸς τοῦ Θεοῦ, καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα, ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων κρασπέδου ἡψάμεθα. Τοῦτο τὸ κράσπεδον θεραπεύει ἡμᾶς, καὶ ποιεῖ ἀκούειν ἀπὸ τοῦ Ἰησσῦ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, καὶ θεραπευθῶμεν. Καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυναγώγου. Ὅιαν γὰρ τὸ πλῆθος τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴῖ σωθήσεται.

Στίχ. κζ΄. Λέγω δὲ ὀμῖν ἀληθῶς· Εἰσί τνες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἐως ἄν δωσι τὴν βααιιλείαν τοῦ Θεοῦ.

Ταῦτα ἐπὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τινὲς ἀναφέρουσι, συναναβάντες εἰς τὸ ὑψηλὸν ὄρος Χριστῷ, οἶ καὶ θανάτου οὐκ ἐγεύσαντο, πρὸ τοῦ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασιλείᾳ αὐτοῦ, ἤτοι ἐν τῇ δόξῃ τῆς μεταμορφώσεως αὐτοῦ.

Κἰ δὲ χρή τι καὶ περιεργότερον εἰπεῖν περί τε τοῦ ἑστάναι μετὰ Ἰησοῦ, καὶ περὶ τοῦ γεύεσθαι θανάτου ἦσάν τινες ἑστῶτες ὅπου Ἰησοῦς, ἐρηρεισμένοι τῇ ψυχῇ παρʼ αὐτῷ. Ἧν αὐτοῖς ἡ στάσις συγγενὴς τῇ τοῦ Μωσῇ. Κἀγὼ γὰρ, φησὶν ὁ Μωυσῆς, ἔστην ἐν τῷ ὄρει ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ἀξιωθεὶς ἀκοῦσαι· καὶ σὺ δὲ αὐτοῦ στῆθι μετʼ ἐμοῦ. Ὀλίγοι δὲ καὶ φίλοι Θεοῦ, ὅσοι τὴν στάσιν ἐν τῷ καλῷ ἔχουσιν, ὡς ὁ Βαπτιστὴς αὐτὸς περὶ αὑτοῦ λέγει· Ὁ δὲ φίλος τοῦ νυμφίου ἑστὼς χαρᾳ χαίρει. Καὶ οἱ ἑστηκότες γοῦν παρὰ τῷ Λόγῳ ἔχουσ. κατὰ τὴν στάσιν διαφοράς. Διὸ οὐ πάντες οἱ ἑστῶτες παρὰ τῷ Σωτῆρι, ἀλλά τινες αὐτῶν, ὡς βέλτιον ἑστηκότες, οὐ γεύονται θανάτου, ἕως ἂν δωσι τὸν ἀνθρώποις ἐπιδημήσαντα Λόγον, καὶ διὰ τοῦτο Υἱὸν ἀνθρώπου χρηματίζοντα, ἐρχόμενον ἐν τῇ αὐτοῦ βασιλείᾳ. Οὐ γὰρ ἀεὶ ἐν τῇ αὑτοῦ βασιλείᾳ ἔρχεται, ὡς ἐπὶ τοῖς εἰσαγομένοις, οἵ καὶ μὴ ἔχειν αὐτὸν εἶδος ἢ κάλλος λέξαιεν ἄν. Τοῖς δὲ τελείοις, κατὰ τὸν Δαυΐδ, ὡραῖος φοοίνεται κάλλει παρὰ τοὺς υίοὺς τῶν ἀνθρωπίων. Ἔστιν οὗν βασιλικώτατον ἀξίωμα τῷ Λόγῳ, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἀκολουθεῖν αὐτῷ δυνηθεῖσιν, ἀναβαίνοντι εἰ, τὸ ὑψηλὸν τῆς φανερώσεως αὐτοῦ ὄοος· οὗ τις ἀξιοῦκαι [*](Rom. XI, 25, 26. Deut. IX. 80 Joan. III, 29. 81 1 Isa LIII, 2. Psal. XLIV, 3.) [*]((88) Respicitur ad lsagogas, primasquo institutiones.) [*]((89) Forte deest εἰς.)

341
Πέτρος ὣν, καὶ τὸ ἄσειστον ἔχων ἐν τῇ πίστει· ἢ υἱοὶ ἰροτῶν (90), οἳ κοὶ θανάτου οὐ γεύεπται, ἕως ὅν δωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ὀρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Ζωὴ δὲ ὁ Χριστός. Ὁ δὲ ταύτης ἐχθρὸς θάνατος, καὶ ὁ διʼ ἁμαρτίας, ἢ ἑτέρως νοούμενος. Ὅν τὸ ἕτερον δʼ ὧν ἕκαστος ἡμῶν πράττει ἐκλέγεται. Ὥσπερ οὖν ὁ Χριστὸς ἄρτος ἐστὶ ζῶν, οὕτως ὁ ἐχθρὸς αὐτοῦ θάνατος ἄρτος ἐστὶ νεκρός. Πᾶσα δὲ λογικὴ ψυχὴ θατέρῳ τούτων τρέφεται· ἡ μὲν γευομένη τούτων μόνον, ἡ δὲ καὶ ἐπὶ πλεῖστον ἐσθίουσα. Καὶ τάχα οἱ μὲν σπανίως καὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου· οἱ δὲ ἀρετὴν ἀνειληφότες οὐδὲ γεύονται αὐτοῦ, ἀλλʼ ἀεὶ ἄρτον τρέφονται ζῶντα. Πέτρῳ οὖν, οὖ πύλαι μὴ κατίσχυσαν ᾅδου, ἀκόλουθον ᾖν τούτου μὴ γεύεσθαι. Τότε γάρ τις γεύεται θανάτου, ὅτε πύλαι ἅδου κατισχύσουσιν αὐτοῦ. Ἀλλὰ καὶ παῖς τῆς βροντῆς υίσῖς, γεννηθεῖσιν ἀπὸ βροντῆς ἀνθρωπίνου χρήματος, ἀδύνατον ἦν θανάτου γεύσασθαι, ταῦ σφόδρα πόῤῥω τῆς μητρὸς αὐτῶν βροντῆς.

Τὸ δὲ, ἐως, ἐνταῦθα δηλοῖ τὸν κατεπείγοντα περὶ τοῦ δηλουμένου χρόνον, οὐ περιοριζόμενον, ὥστε γενέσθαι μετὰ τὸ ἕως τὸ ἐν αὐτῷ τῷ δηλουμένῳ· ὡς τό· Καὶ δοὸ ἐγὼ μεθ’ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐκ ἐγεύσαντο γοῦν οὐδʼ οἱ ἀπόστολοι τοῦ προηρημένου (90) νοητοῦ θανάτου μετὰ τὸ ἰδεῖν τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν.

Ἐπεὶ δὲ ἐν τοῖς αλμοῖς εἴρηται· Τίς ἐστιν ἀνδρωπος ὅς ζήσει, καὶ οὐκ ὄψεται θάνατονς καὶ, Ἐλθέτω δὴ Θάνατος ἐπʼ αὐτούς· καὶ ἔν τινι τῶν προφητῶν· Κατέπιεν ὁ θάνατος ἰσχύσας· ἐν δὲ τῇ Ἀποκαλύψει· Ὁ Θάνατος καὶ ὁ ᾅδης ἀκολουθεῖ τισι· μήποτε ἔλαττον κακόν ἐστι τὸ ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι αυτοῦ, τούτου δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον; καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπʼ αὐτὸν, σαὶ καταλαβεῖν ἐκεῖνον, ᾧ πρότερον ἠκολούθει; Τὸ δὲ καταποθῆναι ὑπὸ τοῦ θανάτου πάντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. Καὶ ἐπιστήσας τοῖς λεγομένοις καὶ τῇ διαφορᾷ τῶν ἁμαρτανομένων, οὐκ ἀανήσεις, οἶμαι, παραδέξασθαι τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ Θεοῦ Πνεύματι.

Τί δὲ δηλοῦται ἐν τῷ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ σὐτου, καὶ ἐν τῇ δόξῃ αὐτοῦ; καὶ τί σημαίνει τὸ, Ἐληλυθυῖαν ἐν δυνάμει, παρὰ Μάρκου ῥηθέν; Τὰ εἴτε ἐκλαμπόμενα ταῖς καρδίαις ήμῶν, εἵτε ζητοῦσινεὐρισκόμενα, εἴτε ὑποσιόντα (91) τοὺς λογισμοὺς ἡμῶν, σαφέστερον ἐκθησόμεθα. Ὁ θεωρῶν καὶ καταλαμβάνων τὴν τοῦ λόγου θπεροχὴν λύοντος καὶ διελέγχοντος πάσας τὰς ὑπὸ [*](82 Joan. vi, 51. ⁴ Matth. XVI, 18. 85 Matth. XVIII, 20. 86 Psal. LXXXVIII, 49. Psal. LIV, 16) [*](Isa. XXV, 8. Apoc. VI, 8. 90 Marc. IX, 1.) [*]((90) Forte βροντῶν, tonitruum, ex Marc. 111, 17 et ut intra.) [*]((90·) Προηρμένου. Lege προειρημένου. EUIT.) [*]((91) Lege ὑπεισιόντα.)

344
τῶν ψευδῶν μὲν, ἐπαγγελλομένων ὸε ἀλήθειαν πιθανότητας, βλέπει τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ ἰδίᾳ βασιλείᾳ. Εἰ δὲ καὶ τὰ ἵδια τρανώτερον παραστήσαντα βλέπει, βλέποι ἄν αὐτοῦ πρὸς τὴν βασιλείαν καὶ τὴν δόξαν. Καὶ ὁ τοιοῦτός γε ἐν ἑαυτῷ βλέποι ἂν τὴν τοῦ Θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυνάμει· καὶ τοῦτο βλέποι ἂν, ὡς οὐδαμῶς ἕτι ὑπὸ ἁμαρτίας βασιλευόμενος, τῆς βασιλευούσης ἐν θνητῷ σώματι τῶν ἁμαρτανόντων, ἀλλʼ ἀεὶ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων Θεῷ· οὗ ἡ βασιλεία δυνάμει μὲν ἐντὸς ἡμῶν ἐστιν, ἐνεργείᾳ δὲ, ὡς ὠνόμασεν ὁ Μάρκος, ἐντὸς τῶν τελείων μόνον.

Στίχ. κη. Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους, ὡς ἡμέραι ὀκτώ· καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ άκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.

Στίχ. κθ΄. Καὶ ἐγένετο, ἐν τῷ προσεύξασθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ δ λματιισμὸς αὐτοῦ λευκός ἐξαστράπτων.

Στίχ. λ. Καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἧσαν Μωσῆς καὶ Ἡλίας.

Στίχ. λα. Οἳ ὀψθέντες ἐν δόω ἕλεγον τὴν ἔβοδον αὐτοῦ, ῆν ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ.

Ἀλλὰ τοιοῦτον μὲν τὸ πρᾶγμα καὶ θαῦμα, τὸ τῆς μεταμορφώσεως. Εἰ δὲ χρὴ ἐπαναβεβηκότα λόγον εἰπεῖν, οὐ μάτην μεθʼ ἓξ ἡμέρας ὁ Μάρκος καὶ ὁ Ματθαῖός φησιν ἀνελθεῖν τὸν Ἰησοῦν εἰς τὸ. ὄρος σὸν τοῖς μαθηταῖς. Ἀλλʼ ἐπεὶ ἐν ἓξ ἡμέραις τελείῳ ἀριθμῷ ὁ σύμπας κόσμος γεγένηται· ὁ πάντα τὰ τοὺ κόσμου ὑπτερβαίνων πράγματα, βλέπων δὲ ἑστῶτα μόνον καὶ αἰώνια, οὗτος μεθʼ ἓξ ἡμέρας παρειλῆφθαι δηλοῦται τοῦ Ἰησοῦ. Ὁ γὰρ ταύτας ὑπερβὰς βλέπει τὸν Ἰησοῦν τόνδʼ οὐδενὶ τῶν κάτω μεταμορφούμενον, μεταμορφωθέντα ἔμπροσθεν αὐτοῦ. Φαίνεται γὰρ ὁ Λόγος διαφόρους ἔχων μορφὰς, ἑκάστῳ ὡς χωρεῖ· καὶ τοῖς μὲν οὐκ ἔχει εἶδος, τοῖς δὲ ὡραῖός ἐστι κάλλει. Τοῖς μὲν μὴ ἀναβαίνουσι διὰ τῶν ἐπαναβσβηκότων ἔργων, καὶ διʼαὐτῶν ἐπὶ τὸ ὑψηλὸν τῆς σοφίας ὅρος, ἀπλούστσρον νοεῖται, καὶ κατὰ σάρκα γινώσκεται. Τοῖς τελείοις θεολογεῖται, καὶ ἐν τῇ τοῦ Θεοῦ μορφῇ κατὰ τὴν γνῶσιν αὐτῶν θεωρεῖται, λάμπει δὲ καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος τοῖς τέκνοις φωτὸς κσὶ ἡμέρας, δικαιοσύνης ἥλιος εἶναι φανερούμενος. Ἀλλὰ καὶ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπʼ αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος φαίνεται λευκὰ ὡς τὸ φῶς· ἅπερ εἰσὶν αἱ λέξεις, καὶ ἃ ἐνεδύσατο τῶν Εὐαγγελίων γράμματα, οἷμαι δʼ ὅτι καὶ τὰ ἀπὸ τῆς Γραφῆς τῶν ἀποστόλων δηλούμενα. Ἐποὰν οὖν ἴδῃς τινὰ τὴνπερὶ τοῦ Ἰησοῦ θεολογίαν ἀκριβοῦντα, καὶ τὴν λέξιν τῶν Εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν, γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. Τῷ δʼ οὕτως ἰδόντι τὸν Ἰησοῦν ὀφθεῖεν ἂν Μωσῆς ὁ νόμος, καὶ Ἡλίας ὁ προφητικὸς λόγος, κοινολογούμενοι πρὸς τὸν Ἰησοῦν. Ὁ δὲ ἰδὼν τὴν Μωσέως δόξαν, νοήσας τὸν πνευματικὸν νόμον, ὡς ἔνα πρὸς τὸν Ἰησοῦν λόγον, καὶ τὴν ἐν τοῖς προφήταις ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν, εἶδε Μωσῆν καὶ Ἡλίαν ἐν δόξῃ. ὅτε εἶδεν αὐτοὺς μετὰ Ἰησοῦν.

345

Στίχ. λε΄. Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης, λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.

Στίχ. λϚ΄. Κοὶ ἐν τῶ γενέσθαι τὴν φωνὴν, εὑρέθη Ἰησοῦς μόνος.

Ἡ δὲ ἐκ τῆς νεφέλης φωνὴ τάχα μὲν Μωυσεῖ καὶ Ἡλίᾳ λέγει· Οὗτός ἐστι· τάχα δὲ καὶ τοῖς μαθηταῖς. Ἧς ἀκούσαντες, καὶ ταύτην τὴν δόξαν μὴ φέροντες, ἔπεσον ἐπὶ πρόσωπον ταπεινωθέντες ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, σφόδρα φοβηθέντες, εἰδότες τὸ λεχθὲν πρὸς Μωῦσῆν· Οὐ γὰρ ὄψεται ἄνβρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς, μόνον εἶδον τὸν Ἰησοῦν. Ἔν γὰρ, οἶμαι, γέγονε Μωσῆς ὁ νόμος, καὶ Ἡλίας ἡ προφητεία, Ἰησοῦ τῷ Εὐαγγελίῳ. Καὶ οὐχ ὥσπερ ἦσαν πρότερον τρεῖς μεμενήκασι. Ταῦτα δέ μοι νόει μυστικώτερον. Πρὸς γὰρ τὸ ὑψηλὸν τοῦ γράμματος βούλημα, Μωυσῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ, καὶ συλλαλήσαντες τῷ Ἰησοῦ, ἀπεληλύθασιν ὅθεν ἐληλύθεισαν. Οὐδὲ γὰρ βλέπεται ὁ Ἰησοὺς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ· ἐβλάβησαν γὰρ ἄν οἱ ἀκούοντες, καὶ μάλιστα οἱ ὄχλοι, τὸν οὕτω δεδοξασμένον θεωροῦντες σταυρούμενον. Οὐ τοίνυν φθονήσαντες ἔκρυψαν, ἀλλʼ ὡς φοβηθέντες μὴ ἀπιστηθῶσι. Τότε οὖν ἀπήγγειλαν, μετὰ τὴν ἀνάληψιν, μετὰ τὴν τοῦ Πνεύματος παρουσίαν. Ὅτε γὰρ ἐπλήσθησαν παῤῥησίας, καὶ Πνεύματος ἠξιώθησαν, καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ παντα ὅσα ἔλεγον, εὐπαράδεκτα ἦν.

Στίχ. μβ. Ἐπεαίμησε δὲ δ Ἰησοῦς τῷ πνεύματι τῶ ἀκαθάρτῳ, καὶ λάσατο τὸν παῖδα, καὶ ἀπτἐδωκεν αὐτὸν τῷ παερὶ αὐτοῦ.

(92) Ἐπιβλεπτέον δὲ τούτοις ὑψηλότερον, καὶ σημειωτέον, ὅττι οἱ πάσχοντες, ἢ οἱ τῶν πασχόντων οἰκεῖοι, μετὰ τῶν ὅχλων εἰσὶν, ἐφ οὕς κάτεισιν ὁ Ἰησοῦς ἀπὸ τῶν ὑψηλῶν, τὰ ὑπὲρ τούτους οἰκονομήσας, ἐπὶ τοῦ ὄρους ἀναβῆναι μὴ δυναμένους πρὸς αὐτὸν διὰ κατεχούσας τὰς ψυχὰς αὐτῶν νόσους, θεραπεύσων αὐτούς. Ἐξεταστέον δὲ ἐπὶ τίνων νοσημάτων οἱ πάσχοντες ἀξιοῦσι, πιστεύοντες περὶ τῆς αὐτῶν θεραπείας, ἢ αὐτοῦ, ἢ τοῦ κρασπέδου τοῦ ἱματίου ἁψάμενοι. Ἐπὶ τίνων δὲ ἀξιοῦσι περὶ αὐτῶν ἕτεροι· ὡς ὁ ἑκατόνταρχος ὁ περὶ παιδὸς, καὶ ὁ βεσιλικὸς περὶ υἱοῦ, καὶ ὁ ἀρχισυνάγωγος περὶ θυγατρός· καὶ ἡ Χαναναία, καὶ νῦν ὁ γονυπετῶν αὐτὸν ἄνθρωπος περὶ υἱοῦ σεληνιαζομένου. Καὶ πότε ἀφʼ ἑαυτοῦ ὁ Σωτὴρ μὴ ἀξιωθεὶς ἰᾶται· ὡς τὸν παράλυτον ἐπὶ τῇ προβατικῇ. Αὗται γὰρ, ἀλλήλων ἀντεξετασθεῖσαι, πολλὰ τῷ δυναμένῳ ἀκούειν τῆς ἐν μυστηρίῳ Θεοῦ κεκρυμμένης σοφίας παραστήσουσι δόγματα περί τε τῶν διαφόρων περὶ τὰς ψυχὰς συμπτωμάτων, καὶ περὶ τοῦ τρόπου τῆς θεραπείας αὐτῶν.

Ὡς γὰρ πᾶσαν νόσον καὶ μαλακίαν, ἃς ὁ Χριστὸς ἐν τοῖς ὄχλοις πρὶν ἰάσατο, ἀναφέρεις εὐλόγως ἐπὶ τὰ πάθη τὰ ἐν ταῖς ψυχαῖς, οὕτως τούτοις ἀναλογίζου τοῖς τε χωλοῖς καὶ κωφοῖς ἐξετασθῆναι καὶ τὰ περὶ τοῦ σεληνιαζομένου. Ἔστι γὰρ τουτὶ τὸ πάθος ἐπιτιθόμενον μὲν ἵν τισιν ὥραις, ἀφιστέμενον δὲ ἐν πλείοσιν, [*](92 | Petr. V, C. 93 Exod. XXXIII, 20.) [*]((92) Confer edita hic.)

348
ἐν αἷς οὐδὲν διαφέρει ὁ πεπονθὼς ὑγιαίνων τε. Καὶ ψυχαὶ γοῦν τινες ὑγιαίνειν μὲν ἐν σωφροσύνῃ τάχα νομίζονται, καὶ βιοῦν ὡς ὁ λόγος βούλεται· εἶτα ἔσθʼ ὅτε καταπίπτουσιν ὑπὸ τῶν παθῶν ἀπὸ τοῦ ἑστηκέναι δοκεῖν --- περὶ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ ταῖς λοιπαῖς ἐπιθυμίαις. Οὗτοι, πνευματικκῶς εἰπεῖν, σεληνιάζονται, καταβαλλόμενοι ὑπὸ τῶν ἐν τοῖς ἐνδομυχοῦσι πάθεσι πνευματικῶν τῆς πονηρίας, πίπτουσιν εἰς τὸ πῦρ τῶν πυρώσεων· ἐνίοτε δὲ εἰς τὸ ὕδωρ, ὅτε ὁ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι δρακόντων, καταβάλλων αὐτοὺς ἀπὸ τοῦ ἐλεύθερον δοκεῖν ἀναπνεῖν, ἐπὶ τὸ εἴκειν (93) εἰς τὰ βάθη τῶν κυμάτων τῆς θαλάσσης τοῦ τῶν ἀνθρώπων βίου.

Ταύτῃ τῇ διηγήσει συμβαλεῖται ἡμῖν ὁ λέγων ἐν τῇ Σοφίᾳ, περὶ μὲν τῆς τοῦ δικαίου ὁμαλότητος· Διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία· περὶ δὲ τῶν ἀποδεδομένων· Ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. Καὶ ἔστι καὶ ἐν τοῖς τοιούτοις ἰδεῖν ὁρμὰς συνεπισπᾶσθαι δυναμένας πρὸς ἔπαινον τοὺς μὴ ἐφιστάντας αὐτῶντῷ ἀνερματίστῳ, ὥστε εἰπεῖν ἂν οἱονεὶ πανσέληνον εἶναι ἐν αὐτοῖς, ἢ παρʼ ὀλίγον πανσέληνον. Ἴδοις δʼ ἂν πάλιν μιμούμενον τὸ δόξαν εἶναι ἐν αὐτοῖς φῶς· οὐχὶ φῶς ἡμερινὸν τυγχάνον, ἀλλὰ φῶς νυκτερινὸν, καὶ ἐπὶ τοσοῦτον λῆγον, ἕως μηδὲ δοκεῖν φῶς εἶναι ἐπιβλεπόμενον (94) ἐν αὐτοῖς γένηται. Εἰ οὗν πᾶσα ψυχὴ ὑπʼ ἀγγέλῳ τέτακται, ὁ τοῦ σεληνιαζομένου πατὴρ ἂν οὗτος ἀξιῶν ὡς περὶ υἱοῦ τὸν Ἰησοῦν, ὡς μὴ δυνηθέντα (95) ἀπὸ ὑποδεεστέρου λόγου τῶν μαθητῶν θεραπευθῆναι ὑπὸ τοῦ πάθους.

Ἔστι δὲ ἄλαλον καὶ κωφὸν δαιμόνιον αἱ ἅλογοι πρὸς τὸ δοκοῦν καλὸν ὁρμαὶ, ὑπὸ τοῦ λόγου ἐκβαλλόμεναι, ἃς αὐτὸς ἐποίει ἀλόγῳ φορᾷ, νομιζόμεναι ὑπὸ τῶν βλεπόντων κατὰ λόγον ταῦτα πράττειν τῆς Ἰησοῦ διδασκαλίας. Δυσίατον δὲ τοῦτο τὸ πάθος, καί ἰσχυρὸν δοκεῖ καλῶς πεπρᾶχθαι τὰ μὴ καλῶς, καὶ ἔστιν οὕτως ἐν τοῖς τοιούτοις μεγάλη ἡ τοιαύτη ἐνέργεια, ὥστε ταύτην ὅρει παραβάλλεσθαι, δεομένη ἵνα μετατεθῇ ἀπὸ τοῦ πάσχοντος διὰ πάσης πίστεως τοῦ θεραπεύοντος. Ἔστι δὲ ἡ πᾶσα πίστις παραβαλλομένη κόκκῳ σινάπεως· ἐπεὶ ἐξουθενεῖται μὲν παρὰ τῶν ἀνθρώπων ἡ πίστις, καὶ βραχύτατόν ἐστι, καὶ εὐτελὲς εἶναι φαίνεται· τυχοῦσα δὲ γῆς ἀγαθῆς, τουτέστι ψυχῆς, γίνεται δένδρον μέγα· ὥστε οὐδὲν μὲν τῶν ἀπτέρων, τὰ δὲ ἐπτερωμένα πνευματικῶς πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν δύνασθαι ἐν τοῖς κλάδοις τῆς τοιαύτης πίστεως.

Στίς. μγ. Πάντων δὲ θαυμαίόντων ἐπὶ πᾶσαιν, οἷς ἐποίησεν ὁ Ἰησοῦς, εἷπε πρός τοὺς μαθητὰς αὐτοῦ.

Στίχ. μδ΄. Θέσθε ὀμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους. Ὁ γὰρ Υίὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χέρας ἀνθρώπων.

Ὑπὸ τίνος ἄρα μέλλει παραδίδοσθαι; Ὁ μὲν Ἀπόστολός φησι παραδεδόσθαι ὑπὸ τοῦ Θεοῦ τὸν Υἱὸν, ἐκώς (96)· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ρεφείσατο, ἀλλʼ ὑπέρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, ὑπὲρ [*](94 Eccli. XXVII, 12. 95 ibid. 96 Rom. VIII, 32) [*]((95) Forte δυνηθέντος.) [*]((93) Forte ἤκειν.) [*]((96) Εἰπών.) [*]((94) Forte deest ἄν.)

349
ὅλοῦ τοῦ κόσμου πεισόμενον, ἵνα ἄρῃ αὐτοῦ τὴν ἁμαρτίαν· ἐρεῖς δὲ καὶ ὑπὸ τοῦ διαβόλου παραδεδόσθαι αὐτὸν, ὑφʼ οὗ παραδίδονται τοῖς αἰχμαλωτεύσασι τὰ ζεύγη καὶ οἱ ὄνοι τοῦ Ἰὼβ, εἷτα τοῖς ἱππεῦσιν αἱ κάμηλοι, τῷ πυρὶ τὰ πρόβατα, τῷ ἐξ ἐρήμου πνεύματι αἱ τούτου θυγατέρες καὶ οἱ υἱοί. Ἔστω οὗν πρῶτον ὑκὸ τοῦ Πατρὸς παραδεδομένος ὁ Υἱὸς εἰς χεῖρας ἀνθρώπων· εἶτα ὑπὸ τοῦ Ἰούδα, εἰς ὅν μετὰ τὸ ψωμίον εἰσῆλθενὁ Σατανᾶς ἀρχικώτερον τοῦ Ἰούδα παραδιδοὺς αὐτόν. Ἀλλʼ ὁ μὲν Πατὴρ τοῦ ἰδίου οῦ οὐκ ἐφείσατο φιλανθρωπίᾳ τῇ πρὸς ἡμᾶς καὶ χρηστότητι· ὁ δὲ Ἰούδας μοχθηρίᾳ προαιρέσεως. Θανατωθεὶς δὲ, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἤτοι τῆς ἁμαρτίας, διάβολον κατήργησε. Θάνατος γὰρ ἡ ἁμαρτία κυρίως, κατὰ τό· υχὴ ἀμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Καὶ οἱ μὲν ἄρχεστες παρ. έστησαν κατὰ τοῦ Χριστοῦ, ἡμεῖς δὲ ὠφεληθέντες τῷ ἐκεῖνον ἀπεκτάσθαι, φαμὲν τό· Δαβῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. Σύμμορφοι γὰρ γεγονότες τῷ θανάτῳ τοῦ Χριστοῦ, οὐκέτι ἐσμὲν ὑπὸ τοὺς δεσμοὺς τῶν ἐναντίων· ἀλλʼ αὐτοὶ μᾶλλον ἐκγελῶνται παρὰ τοῦ κατοικοῦντος ἐν οὐρανοῖς Πατρός, καὶ ὑπῤ τοῦ Κορίου μυκτηρίζονται. Ἀναστὰς γὰρ συμμόρφους ἡμᾶς πεποίηκε καὶ τῆς αὐτοῦ ἀναστάσεως, οὐκέτι καθεζομένους ἐν σκότει καὶ σκιᾷ θανάτου, διὰ τὸ ἀνατεῖλαι ἐφʼ ἡμᾶς φῶς τοῦ Θεοῦ.