Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ιΘ΄. Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμ ματεῖς ἐπιβαλεῖν ἐπʼ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν· ἕγνωσαν γὰρ, ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἷπεν.

Στίχ. κ΄. Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγααθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίοςς εἶναι, ἵνα ἐπλάβωνται αὐτοῦ λόγου, εἰς τὸ παραδοῦνναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγουμένου.

Στίχ. κα. Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσπεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλʼ επʼ ἀληθείας τὴν ὀδὸν τοῦ Θεοῦ δάσκεις.

Στίχ. κβ΄. Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦστα, ἢ οὕ;

[*](36 Marc. x, 21.)[*]((12) Frorte εἴασε.)[*]((13) Forte ἀποστέλλει τούς.)[*]((14) Videtur deesse ἵνα, vel ὅπως.)
369

Σπίχ. κγ. Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἷπε πρὸς αὐτούς· ᾶ με πειράζετε:

Στίχ. κδ΄. Ἐαδείξατέ μοι δηνάριον. Τίνος ἕχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἷπον· Καίσαρος.

Στίχ. κε΄. Ἀποκριθεὶς δὲ εὶπεν αὐτοῖς· Ἀπτόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.

ττίχ. κς. Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματα ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῆ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.

ψηλότερον δέ· Ὁ ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέγραπται, κατʼ εἰκόνα Θεοῦ γέγονεν. Ὕστερον δὲ διὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ εἰκόνα χοῖκήν. Ὧσπερ δὲ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως ὁ ποιῶν τὰ ἔργα τοῦ Παντοκράτορος τὴν εἰκόνα αὐτοῦ φορεῖ, ἣν παραινεῖ ὁ Σωτὴρ ἀπεδιδόναι καὶ ἀποτίθεσθαι, καὶ φορεῖν τὴν ἐξ ἀρχῆς γενομένην εἰκόνα. Ἀκολούθως τούτοις καὶ ὁ Πσῦλός φησιν· Ὡς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χμῖεοῦ, οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Τοῦτο οὗν δηλοἳ τό· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.