Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. λγ΄. Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπον οἱ κρίσι αὐτοῦ πρός αὐτούς· Τί λύετε τὸν πῶλον;

Στίχ. λδ. Οἱ δὲ εἷπον Ὁ Κόριος αὐτοῦ χρείαν ἕχει.

Στίχ. λε΄. Καὶ ἧγον αὐτὸν πρὸς Ἰησοῦν.

Ὄπου γὰρ ὑπακοὴ καὶ ἱερὸς τόπος, ἐκεῖ ὁ Κύριος τοὺς ἀποστόλους (13) λύσοττας πῶλον δεδεμένον, ἐφʼ ὅν οὐδέποτε Μωυσέως λόγος ἢ Ἡσαῖου, ἢ ἅλλου τινὸς τῶν προφητῶν ἐκάθισεν. Ὅτε δὲ ἦλθεν ὁ Χριστὸς, ὁ φύσει καὶ μόνος Κύριος, σιγῶσιν οἱ πολλοὶ πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ Σωτῆρος κύριοι. Ὅταν γάρ τις τῇ κακίᾳ δουλεύῃ, πολλῶν παθῶν δοῦλός ἐστι· τοῦ δὲ κυρίου ἅπαξ γενομένου, οὐ δύνατα πολλοὺς κυρίους ἔχειν.

Στίχ. λε. Καὶ ἐπιιῥύψας τις ἑαυτῶν τὰ θμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασε τὸν Ἰησοῦν