Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Σπί. ιβ΄· Ἔλεγε καὶ τῷ κεκληκότι αὐτόν · Ὅταν πεῆς ἄρσιον ἤ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδέ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους· μήποτε καὶ αὐοὶ ἀντικαλέσωσι, καὶ γένηταί σοι ἑταπόδομα.

Στίχ. ιγ΄. Ἀλλʼ ὅταν ποιῆς δοχὸν, κάλει πτωχοὺς. ἀναπτήρους, χηαλοὺς, τυφλούς.

Στίχ. ιδ΄. Καὶ μακάριος ἔσῃ, ὅταν οὐκ ἔχωσιν ἀνταποδοῦναί σοι. Ἀνταποδοθήσεται γάρ σοι ἐν τῆ ἀναστάσει τῶν δικαίων.

Αλλʼ οὕτε μὲν κατὰ τὸ ῥητὸν κελευόμεθα μὴ φίλους καλεῖν καὶ γείτονας, ἀλλὰ πτωχοὺς καὶ ἀναπήρυς, χωλοὺς καὶ τυφλούς. Μυστικῶς δὲ τάχα φίλοι μὲν εἶεν ἂν οἱ χαίροντες καθʼ ἡμᾶς τοῖς τῆς ἀληθείας δόγμασιν· ἀδελφοὶ δὲ οἱ ἔχοντες ἀδελφὰ δόγματα· συγγενεῖς οἱ πλησιάζειν ἡμῖν κατὰ ταῦτα θέλοτπες· γείτονες οἱ μὴ πάντα μακρὰν τῶν ἡμετέρων δογμάτων ἐσκηνωμένοι. Κατὰ κοινοῦ δὲ τὸ πλουσίυς ἀκουστέον. Οἱ μὲν οὖν ἀκροάσεις καταγέλλοντπς πλουσίους καὶ πτωχοὺς καλοῦσιν· ὁ δὲ πρὸς δόξαν ἀληθῆ διακονῶν τῷ λόγῳ κενοδοξίας ἀπήλλαπται. Καλεῖ δὲ πτωχοὺς, τουτέστιν ἀπείρους λόγων, ἵνα πλουτίσῃ· ἀναπήρους, τουτέστι βεβλαμμένους τὸ φρόνημα, ἵνα ὑγιάσῃ· χωλοὺς τοὺς σκάζοντας τῷ λόγῳ, ἵνα ὀρθὰς τροχιὰς ποιῶσι· τυφλοὺς τοὺς τὸ θεωρητικὸν μὴ ἔχοντας, ἵνα βλέπωσι τὸ φῶς τὸ ἀληθινόν. Τὸ δὲ, Οὐκ ἐχουσιιν ἀνταποδοῦναί σοι, ἴσον ἐστὶ τῷ· Οὐκ ἴσασι πρὸς ἐρώτησιν ἢ ἀπόκρισιν δεξάγειν λόγον, καὶ διαλεκτικῶς.