Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. κθ. Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δuσμῶν καὶ βοῤῥᾶ καὶ νότου, καὶ ἀνααολιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.

Παρὰ δὲ τῷ Ματθαίῳ καὶ παραβολὴ πλέκεται, διʼ ἧς καλοῦνται ὡς εἰς ἀμπελῶνα εἰς τὰς ἐντολὰς ἐργάται διάφοροι ἐν διαφόροις ἡλικίαις, ὡς ἐν προὶᾳ, καὶ περὶ τρίτην, καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην ὥραν. Τάχα μὲν οὖν ἅπας ὁ τῶν ἀνθρώπων βίος ἐστὶν ἡ κατὰ τὴν παραβολὴν ἡμέρα. Καὶ οἱ μὲν ἐκ παίδων καὶ πρώτης ἡλικίας κληθέντες οἱ ἅμα τῇ ἕῳ μισθωθέντες εἰσὶ παρὰ τοῦ δεσπότου· οἱ δὲ μετὰ τὸ μειράκιον οἱ ἀπὸ τῆς τρίτης ὥρας· οἱ δὲ μετὰ τὸν ἐν νεότητι καύσωνα καὶ τὸ βάρος ἐπὶ τὴν θεοσέβειαν ἀγόμενοι πρεσβύται οἱ περὶ τὴν ἐνάτην· οἱ δὲ πρὸς σὐτῇ τῇ ἐξόδῳ γέρονσες ἤδη δηλοῦνται διὰ τῆς ἑνδεκάτης. Καὶ ἐπεὶ προαίρεσις, οὐ χρόνος, ἐξετάζεται, ὅν ἐν πίστει πεποίηκέ τις· διὰ τοῦτο τοῖς ἐξ οὖ κέκληνται τὰ ἐπιβάλλοντα πεποιηκόσι δίδοται ὁ ἴσος τῆς σωτηρίας μισθός· (6) τὸ συλαθὲν κατʼ ἀρχὰς ὑπὸ τοῦ πονηροῦ διʼ ἀπάτης κατὰ τὴν τῆς ἐντολῆς παράβασιν πνὶξ (7) τῆς θείας καὶ βασιλικωτάτης εἰκόνος δηνάριον, διʼ οὗ δοκεῖ μοι τὸ γνώρισμα τῆς βασιλείας αὐτῆς ὑποφαίνειν, ὅτι βασιλέως ἐντετυπωμένην εἰκόνα τοῦ δηναρίου τὸ χάραγμα σημαίνει. Ἐπειδἡ τοίνυν πάντας τοὺς ἐπὶ τὸν ἀμπελῶνα, καὶ τὸ τῆς θεοσεβείας πολίτευμα παρελθόντας, μιᾶς τε καὶ τῆς αὐτῆς ἐργασίας ἁψαμένους, τῆς αὐτῆς βασιλείας μετασχεῖν ἦν δίκαιον· τούτου χάρινεἰκότως τοῖς πᾶσι τῆς θασιλείας τὸ σύμβολον τὸ δηνάριον ἀποδίδοται· ὦν οἱ μὲν ἐν νεότητι ἐκλήθησαν, οἱ δὲ ἀμφὶ τὴν τοῦ νεανίου ἡλικίαν, οἱ δὲ περὶτὸν μέσοντοῦ ἀνθρώπου ζωῆς χρόνον, οἱ δὲ τὸν ἄνδρα τέλειον ἤδη καὶ ὑπερβεβηκότα ἀνειληφότες· οἱ δὲ κατὰ τὸν πρεσβύτην αὐτὸν γηραλέοι λοιπὸν, καὶ περὶ δυσμὰς ἔχοντες τοῦ βίου.

Εἴποι δʼ ἄν τις καὶ ἑτέρως ἐξηγούμενος ἐφαρμόττειν τὰ τῆς παραβολῆς δηλούμενα. τοῖς ἀνέκαθεν ἐκ πρώτης τοῦ βίου συστάσεως μέχρι συντελείας τοῦ αἰῶνος καταξιουμένοις τῆς ἐνθέου κλήσεως. Ὥστε ἅμα πρωὶ κεκλῆσθαι λέγειν ἐπὶ τὴν τῆς θεοσεβείας \ἐργασίαν τοὺς κατὰ τὴν ἀρχὴν τοῦ βίου [*](I Cor. X, 17. 20 Joan. VI, 41.) [*]((5) Forte οὕτω.) [*]((6) Maxmi, Eusebii, et Or genis.) [*](21 I Cor. I, 24.) [*]((7) Porte πνευματικῆς.)

361
πρώτους διασωθέττας· δευτέρους δὲ τοὺς ἀμφὶ τὸν Ἐνὼχ καὶ Nῶε· τοὺς περὶ τὴν τρίτην τοὺς ἀμφὶ τὸν Ἀβραάμ τοὺς δὲ περὶ τὴν ἕκτην τοὺς ἐν τοῖς χρόνοις τῶν προφητῶν· τοὺς δὲ περὶ τὴν ἑνδεκάτην τοὺς μετὰ τὴν σωτήριον θεοφάνειαν. Οὕς δὴ πάντας καταξιωθήσεσθαι ἑνὸς καὶ τοῦ αὐτοῦ μισθοῦ κατὰ τιὸ δηνάριον δεδηλωμένους, ὥσπερ εἰς τὴν τοῦ Θεοῦ βασιλείαν ἀναφέρεται.

Τὰ πάντα ταυτα διαστήματα ἰσάριθμα ταῖς αἰσθήσεσι. Καὶ ἀρὴ μὲν ἔστιν ἡ πρώτη κλῆσις· ὅθεν τἵρηται περὶ τοῦ φυτοῦ, Οὐ μὴ ἅψησθε αὐτοῦ· ὅοφρησιις δὲ κατὰ τὴν δευτέραν· ὅθεν ἐπὶ τοῦ Nῶε υσρράνβη Κύριος ὀσμὴν εὐωδίας· γεῦοις δὲ κστὰ τὸν Ἀβραάμ· διὸ καὶ τοῖς ἀγγέλοις ἐγκρφίας παρατίθησι καὶ μόσχον· ἀκοὴ δὲ ἐπὶ Μωϋσέως, ὅτε ἀκουστὴ γέγονεν ἐκ τοῦ οὐρανοῦ ἡ φωνὴ τοῦ Θεοῦ· ὀρασις δὲ ἡ πασῶν τῶν αἰσθήσεων τιμιωτέρα, κατὰ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν· ὅτε ἑοράκασι τὸν Χριστὸν τοῖς μακαρίοις ὀφθαλμοῖς. Ὁψία δὲ ἡ συντλεια τοῦ αἰῶνος, ὅτε οἱ ἐργάται οἱ ἔσχατοι πρῶτοι τὸν μισθὸν λαμβάνουσιν. Οἱ γὰρ πρότερον μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν. Πρῶτοι γὰρ τὸν μισθὸν ἀπολήψεσθαι προσδοκῶμεν οἱ Χριστοῦ γνώριμοι.

Σπί. ιβ΄· Ἔλεγε καὶ τῷ κεκληκότι αὐτόν · Ὅταν πεῆς ἄρσιον ἤ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδέ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους· μήποτε καὶ αὐοὶ ἀντικαλέσωσι, καὶ γένηταί σοι ἑταπόδομα.