Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. κ΄. Πάλιν οδν εἷπε· Τίνι ὁμοιώσω τὴν βασαιλείαν τοῦ Θεοῦ;

Στίχ. κα΄. Ὁμοία ἐστὶ ζύμῃ, ἥν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμὼμώθη ὅλον.

Ἐτόρως ἐστὶ λαβεῖν, τὴν μὲν γυναῖκα εἰς τὴν Ἐκκλησίαν, τὴν δὲ δύμην εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Σάια δὲ τρία, σῶμα, πνεῦμα, ψυχήν. Ἁγιάζεται δὲ ταῦτα τῇ ζύμῃ τοῦ ἁγίου Πνεύματος, ὥστε γενέσθαι πρὸς τὸ ἅγιον Πνεῦμα ἓν φύραμα. Ἕτι ζύμην τὴν ἀπὸ τοῦ σπόρου τελεσιουργηθεῖσαν δύναμιν ὁ Σωτὴρ ὀνομάζει τὸ Πνεῦμα τὸ ἅγίον, τοῦτον αἰνιξάμενος τὸν τρόπον. Ὁ γοῦν τῆς οὐρανίου βασιλείας λόγος, μετὰ τὴν πρώτην ἐν ἀνθρώποις σπορὰν αὐξηθεὶς, καρπὸν ἐποδοὺς ἐντελῆ, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιχορηγίαν τοῖς διὰ τῶν πρώτων ὠφελουμένοις παρέχει, ζύμης δίκην φύραμα ζυμούσης. Γυνὴ δὲ ταύτην, ἡ σοφία τοῦ Θεοῦ, εἰς ἀλεύρου σάτα τρία ἐγκρύπτει. Τοῖς γοῦν πορισαμένοις ἐκ πολλῆς ἐπιμελείας καὶ τῆς τοῦ σπόρου γεωργίας ἀλεύρου σάτα τρία, δόγματα, θείαν γνῶσιν τὴν περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἡ τοῦ Θεοῦ σοφία τὸ ἄγιον Πνεῦμα χορηγεῖ. Ἡ δʼ αὐτὴ, καθʼ ἑτέραν διάνοιαν, πάντα τὸν ἐκ Θεοῦ ἄνθρωπον ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύμάτος συνεστῶτα, τῇ ἐπιχορηγίᾳ τῆς θείας ἐμπνεύπιως, ζύμην ἐγκρύπτουσα, τὴν ἐξ αὐτῆς ὠφέλειαν, είς ὀλεύρου σάτα τρία τὰ νενοημένα, ἕως οὗ ζυμωθῇ δλον. Οὗτος γοῦν, τῇ μετοχῇ τῆς οὐρανίου ζύμης ποιωθεὶς καὶ ζυμωθεὶς, οὐράνιος καὶ πνευματικὸς χρηματίσεται ἄνθρωπος, καὶ νέον φύραμα, ὡς ἃν μιᾶς κράσεως γενομένης τῶν τριῶν ἀλεύρων ἀποδεδομένων, καὶ τῆς ἐν αὐτοῖς ἐμπνεύσεως τοῦ ἁγίου [*](17 Matth. X, 29. 18 | Cor. v, 7.) [*]((3) Forte εὔωνα.) [*]((1) Forte φέρεται)

360
Πνεύματος. Καὶ δὴ νέος ἅρτος καὶ πνευματικὸς γε· νόμενοι κατὰ τὸν Ἀπόστολον, ὅς φησιν· Εἷς ἄρτος κοὶ ἓν σῶμά ἐσμεν οἱ πολλοὶ, εἰκόνα καὶ ὁμοίωσιν ἀναληψόμεθα τοῦ ζωοποιοῦ τῶν ὅλων ἅρτου, ὃς ἐε τοῦ οὐρανοῦ καταβέβηκεν, ἑαυτῷ παραπλησίους καὶ ἡμᾶς ἀπεργασάμενος. Εὖ δὲ γυναικὶ ἀφομοιώσω τὴνσοφίαντοῦ Θεοῦ ἐντούτοις· Χρστὸς δέ ἐστιν ἡτοῦ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, καταλλήλως τῷ τῆς ζύμης ὑποδείγματι. Ὥσπερ γὰρ ἐπὶ τῆς παραβολῆς τοῦ σπόρου, γεωργοῦ πρόσωπον καὶ σπορέως εἰσῆγεν, οὐκ ἂν εὐλόγως ἐν ἐκείνοις μνημονευθείσης γυναικὸς, οὕτε (5) κἀνταῦθα ἐπὶ ζύμης φερομένης εἰς ἀλεύρου σάτα τρία, οἰκειοῦται ἡ παραβολὴ, γυναικὶ ἀρτοποιουμένῃ τὸν ἐξ ἐκείνης ὠνομασμένον σπορέα ἀπεικάσα.